# Fragmenta 105

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/105

Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάντων ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς τῆς ἡγεμονίας Ῥωμαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. Γέγονε μὲν οὖν πολλοῖς οὐ διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μὲν πρὸς τοῦ ἀδελφοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσενεγκάμενον. Φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβουλὴν, τοῦ δὲ ἐρομένου, «ἀποθανοῦμαι δὲ τίνα τρόπον»; εἰπεῖν τὸν Ἀπολλώνιον· «ὅν γε Ὀδυσσεὺς λέγεται»· φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. Φασὶ δὲ [ὅτι Δομετιανὸς] αὐτὸν ἔτι ἔμπνουν ὄντα, καὶ τυχὸν περιγενόμενον, ἐς λάρνακα πλήρη χιόνος ἐμβαλὼν, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸς ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. Ὅδ ̓ οὖν Τίτος ψυχορραγῶν ἤδη ἔφη «ἓν μόνον ἐπλημμέλησα·» τὸ δὲ τί τοῦτο ἦν, αὐτὸς μὲν οὐ διεσάφησεν· οἱ δὲ παρόντες ἐς τὸν Δομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκε, καὶ περιέμεινεν αὐτὸς ὑπ ̓ ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
