# Fragmenta 107

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/107

Ὅτι ἅπασιν ὁ Δομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν, πρὸς τῶν οἰκείων συστάντων ἐπ ̓ αὐτῷ κατακτείνεται, εʹ καὶ λʹ γενονὼς ἔτη, ἄρξας δὲ ιεʹ. Τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἀφορηθὲν, ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. Ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρχῆς διέποντα βιβλίδια· οὔτε τῆς Δομετίας τῆς τοῦ τυράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλὴν, οὔτε Νωρβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων. Τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδὼν ἀθρόως ὁ Δομετιανὸς ποιήσασθαι διέγνωκε, καί τινα καὶ γράμματα περὶ τούτου θεασαμένους, οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ ̓ ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν, πατάξαι μὲν, οὐ μὴν καιρίαν. Ἀναπηδήσαντος γοῦν ἐκείνου, καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαντας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν, καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. Προσημῆναι δὲ τῷ Δομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλὰ, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων Λαργῖνον ἀστρολόγον τινά· τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ Δομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μὲν, οὐ μὴν ἀποθανεῖν τοῦ τυράννου ἀναβαλλομένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δικαιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειε· κἀν τούτῳ ἀναιρεθέντος τοῦ Δομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. Κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ ̓ ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ ̓ αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς, προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν Δομετιανὸν πάθος τοῖσδε τοῖς ῥήμασι, «Καλῶς, ὦ Στέφανε, εὖγε ὦ Στέφανε, παῖε τὸν μιαιφόνον. Ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.»

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
