# Fragmenta 11

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/11

Ἰορδάνης δὲ ποταμὸς οὕτω λέγεται διὰ τὸ συμμίγνυσθαι δύο ἅμα, Ἰόρ τε καὶ Δάνην. Καθ ̓ ὃν δὴ χρονον καὶ Μελχισεδὲκ ἐγνωρίζετο, ἀνὴρ εὐσεβὴς, καταγόμενος ἐκ γένους Σίδου, υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης· ὅστις γενόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ [Σιὼν], καὶ καλέσας αὐτὴν Ἱερουσαλὴμ, ὅπερ ἐστὶν εἰρήνης πόλις, ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγʹ, καθὼς Ἰώσηπος ἱστορεῖ. (2) Κατὰ τοῦτον τὸν χρόνον ἀπώλοντο δύο πόλεις, Σόδομα καὶ Γόμορρα θείου πυρὸς καταρραγέντος ἐπ ̓ αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 3. Ἀβραὰμ δὲ ἐγέννησε τὸν Ἰσαὰκ ἐκ τῆς Σάρρας καὶ τὸν Ἰσμαὴλ [ἐκ τῆς] παιδίσκης τῆς Ἄγαρ· ἐξ ὧν Σαρακηνοί τε καὶ Ἰσμαηλῖται προσαγορεύονται. Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, τὸν κληθέντα Ἰσραὴλ, καὶ τὸν Ἠσαὺ, ἀφ ̓ οὗ Ἴσαυροι καὶ Ἰσραηλῖται μετωνομάσθησαν. Ἰακὼβ δὲ ἐγέννησεν υἱοὺς ιβʹ· ἐκ τούτων αἱ νῦν φυλαὶ τοῦ Ἰσραὴλ καὶ τὸ τῶν ἱερέων γένος ἀπεδείχθη, οἵ τε Ἑβραῖοι πάλαι λεγόμενοι Ἰουδαῖοι τότε προσηγορεύθησαν. 4. Καθ ̓ ὃν χρόνον ἐγνωρίσθη παρ ̓ Ἕλλησιν Ἡσίοδος ἀνὴρ σοφὸς, [ὃς τὰ Ἀσσυρίων γράμματα εἰς Ἑλλάδα γλώσσαν μετέβαλεν]. Τότε δὲ καὶ ἐν τῇ Χώρᾳ τῶν Καρῶν ἐγένετό τις Ἐνδυμίων ὀνόματι, ὅστις διὰ μυστικῶν εὐχῶν ἀπὸ τῆς σελήνης ἐβούλετο μαθεῖν τὸ τοῦ Θεοῦ ὄνομα, καὶ δι ̓ ἀνείρου μαθὼν ἀπέψυξε. Καὶ μῦθός ἐστι μέχρι τοῦ νῦν, τὸ τούτου λείψανον δονεῖσθαι κατὰ τὴν Καρῶν χώραν. [Ὁ δὲ μῦθός φησιν αὐτὸν ὑπὸ τῆς Σελήνης φιλεῖσθαι.] 5. Ἰακὼβ δὲ ἐπορεύθη εἰς Αἴγυπτον πρὸς τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ μέγαν γενόμενον. Ἰωσὴφ πρὸς τοὺς ρʹ γεγονὼς ἐνιαυτοὺς μετήλλαξε τὸν βίον. Λευὶ δὲ ἐγέννησε τὸν Ἀβρακαὰδ, ὁ δὲ τὸν Ἄμρα, καὶ οὗτος τὸν Μωσέα καὶ τὸν Ἀαρών. Γίνεται δὲ ἀπὸ Ἀβραὰμ ἐπὶ Μωσέως ἔτη φέ, τὰ δὲ ἀπὸ Ἀδὰμ ἕως Μωσέως ἔτη ͵δσδʹ (͵δλϛʹ Mal.). Μωσῆς δὲ ἀναληφθεὶς ὑπὸ τῆς θυγατρὸς Φαραὼ, ἐπαιδεύθη πᾶσαν σοφίαν Αἰγυπιτίων· πʹ δὲ ἐνιαυτῶν γενόμενος ἀπῆρεν ἀπ ̓ Αἰγύπτου, συλλαβὼν Ἰσραηλέτας, οὐ μείονας χʹ χιλιάδων ὄντας, μετὰ ἐνιαυτοὺς λϛʹ. καὶ ἐπορεύθη διὰ τῆς Ἐρυθρᾶς φέρων καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ· μʹ δὲ ἔτη συμφιλοσοφήσας τῷ λαῷ τελευτᾷ ἐτῶν ρκʹ, διάδοχον Ἰησοῦν τὸν τοῦ Ναυῆ καταλιπών· ὃς διδάξας τὸν λαὸν ἔτη κζʹ ἀπέθανε χρόνων [ὢν] ιʹ καὶ ρʹ. Ἑξῆς δὲ κριταὶ διηγοῦνται τοῦ Ἰσραήλ.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
