# Fragmenta 114

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/114

Ἀδριανὸς Σίμιλίν τινα, ἄνδρα φρονήσει καὶ ἐπιεικείᾳ κεκοσμημένον, ἠνάγκασε τὴν ἀρχὴν τῶν δορυφόρων παραλαβεῖν, καὶ μόλις μὲν, ἔπεισε δ ̓ οὖν, Ὀλίγον δὲ ἐπισχὼν καὶ δεηθεὶς ἐξέστη τῆς ἀρχῆς, καὶ ἐν ἀγρῷ ἔτη ζʹ διαγαγὼν τελευτᾷ, ἐπιγραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὑτοῦ· «Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη νʹ, ζήσας δὲ ἔτη ζʹ.» Ἐγένετο δὲ μετὰ θάνατον Ἀδριανῷ τηλικοῦτον ἄγαλμα μετὰ τεθρίππου, ὥστε διὰ τοῦ ὀφθαλμοῦ ἑκάστου ἵππου παχύτατον ἄνδρα διιέναι· οἱ δὲ ἐν γῇ βαδίζοντες, ἐκ τῆς ὑπερβολῆς τοῦ ὕψους τοῦ κτίσματος, αὐτούς τε τοὺς ἵππους βραχυτάτους καὶ τὸν Ἀδριανὸν νομίζουσι.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
