# Fragmenta 116

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/116

Ὅτι Μάρκος ἀνὴρ ὃν ἐκπλήττεσθαι σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. Ἐκ πρώτης γὰρ [ἤδη] τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος, οὔτε κατὰ δέος οὔτε καθ ̓ ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. Ἐπῄνει δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς στοᾶς· καὶ ἦν ἄρα ἐκείνων μιμητὴς, οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. Οὕτω γοῦν ἐκ νέας κομιδῆ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. Ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον παῖδα ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. Τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ βασιλείου γένους ἀλλοιωθείς. Καὶ ἐπεὶ παρῆλθεν εἰς τὴν ἡγεμονίαν κατὰ μοναρχίαν ἐξηγούμενος, καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος, πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθη πώποτε· ἀλλ ̓ ἦν ἐλευθέριος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσιν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
