# Fragmenta 121

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/121

Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων, τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον, ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον, γράφει ὅσους χρὴ φονευθῆναι (ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος· ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων), ὥς ποτε τὰς Στυμφαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ βουλόμενος, τοὺς μὲν (γὰρ) ὡς πρεσβύτας καὶ πατρῴους φίλους αἰδούμενος ἔχειν αἰσχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι βουλόμενος μονομάχοις. Τὴν δὲ δέλτον τίθησιν ἐπὶ τοῦ σκίμποδος, ἔνθα μηδεὶς εἰσῄει. Παιδίον δέ τι μικρὸν, ὅπερ ἠγάπα ὁ Κόμοδος καὶ ἐπετέρπετο, Φιλοκόμοδόν τε ὠνόμασε, τοῦτον λαβὼν τὴν δέλτον, ἔπαιζεν ἐπὶ τοῦ σκίμποδος. Αἰφνιδίου δὲ τοῦ Κομόδου προελθόντος, ἔμεινε παρὰ τῷ παιδίῳ τὸ γραμματεῖον· ὅπερ ἀνελομένη ἡ Μαρκία, δεδοικυῖα μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος διαφθείρη, γνωρίσασα τὴν τοῦ Κομόδου χεῖρα, διεξῆλθε, καὶ εὗρεν αὐτὸ θανατηφόρον, καὶ πρὸ πάντων αὐτῇ· ἀνοιμώξασα δὲ καθ ̓ ἑαυτὴν, τὸν· Ἔκλεκτον μεταπέμπεται· δοῦσα δὲ τὸ γραμματεῖον, «Ὅρα, ἔφη, ποίαν μέλλομεν παννυχίζειν ἑορτήν.» Ὁ δὲ ἀναγνοὺς κατεπλάγη, καὶ τοῦτο διά τινος πιστοτάτου παραπέμπει παραχρῆμα τῷ Λαίτῳ. Ταραχθεὶς δὲ κἀκεῖνος ἀφικνεῖται πρὸς Μαρκίαν, ὡς δὴ συσκεψόμενος αὐτοῖς· οὐδὲ γὰρ ἦν καιρὸς μελλήσεως. Ἀρέσκει δὲ δοῦναι φάρμακον τῷ Κομόδῳ· ὑπέσχετο δὲ ῥᾷστα δώσειν ἡ Μαρκία· εἰώθει γὰρ αὐτὴ κιρνᾶν αὐτῷ ἐν τῷ δείπνῳ τὴν πρώτην δόσιν. Ἐλθόντι δὲ αὐτῷ ἀπὸ λουτροῦ δίδωσι καλῶς κεράσασα· ὁ δὲ πιὼν ἀναισθήτως, αὐτίκα ἔπεσεν εἰς ὕπνον, ὑπό τε τοῦ κόπου καὶ τῆς ἀλλεπαλλήλου ἡδονῆς ἑλκόμενος· καὶ μικρόν τι ἡσυχάσας ἤρξατο ἐμεῖν σὺν τῇ προεγκειμένῃ τροφῇ καὶ τὸ φάρμακον· ἡ δὲ Μαρκία φοβηθεῖσα μὴ (εῖς) πᾶν ἐξεμεθῇ, ἢ διὰ τὴν πλήμην τῆς τροφῆς ἢ διὰ τὸ προλαμβανόμενον ὑπὸ τῶν βασιλέων ἀλεξιφάρμακον, καὶ πάντες ἀπόλωνται, μετακαλεῖται νύκτωρ τὸν Λαῖτον καὶ τὸν Ἔκλεκτον. Οἱ δὲ ὡς ταῦτα ἐπύθοντο, θαρροῦσαι τοῦτο Ναρκίσσῳ τινὶ ἀκμαιοτάτῳ ἀποπνίξαι τὸν Κόμοδον. Ὁ δὲ εἰσδραμὼν καὶ παρειμένον εὑρὼν ὑπὸ τοῦ φαρμάκου καὶ τῆς μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει. Τοιούτῳ μὲν τέλει βίου ὁ Κόμοδος, βασιλεύσας ἔτεσι ιγʹ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ἐχρήσατο.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
