# Fragmenta 128-129

Joannes Antiochenus, Fragmenta, 128 to 129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/128

Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρήσατο, καὶ τοῦ Ἀλβίνου τὴν κεφαλὴν δημοσίᾳ ἀνασταυρωθῆναι ἔπεμψεν· αὐτὸς δὲ τὰ κατὰ τὴν Βρεττανίαν διοικήσας, δύο τε ἡγεμόνας ἀντὶ ἑνὸς καταστήσας, πάντας τε τοὺς Ἀλβίνου φίλους φονεύσας, εἰς τὴν Ῥώμην εἰσήλασεν. Ὅτι Σεβῆρος μετὰ τὸ εἰσελθεῖν εἰς τὰ βασίλεια, τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει, γράμματά τε αὐτῶν καὶ ἐλέγχους προέφερεν· ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου, καὶ τοὺς κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχοντας διέφθειρε. Πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆς ἀνδρείας.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
