# Fragmenta 13

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/13

Ἐν τοῖς χρόνοις δὲ τοῦ Ἰησοῦ ἐβασίλευσε τῆς Ἀττικῆς Ὠγύγης, ὃς κατακλυσμοῦ γενομένου ἀπώλετο μετὰ τῆς χώρας, καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ Ἀττικὴ χρόνους σϛʹ, καθὼς Ἀφρικανὸς συνεγράψατο. (3) Τῆς δὲ Μολοσσῶν χώρας ἐβασίλευσε τότε Ἀίδης, ὃς εἶχε θυγατέρα κόρην, ἤτοι ὡραίαν, Περσεφόνην. Ἐρῶντος δὲ Πειρίθου, γνοὺς αὐτὸ ὁ πατὴρ ἔστησε πρὸ τῆς θύρας τοῦ κοιτῶνος ὃν εἶχε κύνα καὶ ἐκάλει τρικέρβερον διὰ τὸ μέγεθος· καὶ (ὃς̣) κατὰ σύνταξιν ἐλθόντα τὸν Πειρίθουν διεχρήσατο, πρὸς δὲ καὶ τὴν κόρην ἐξελθοῦσαν εἰς βοήθειαν αὐτοῦ. Καὶ τοῦτο ἔστιν ὃ ποιητικῶς εἴρηται ὅτι ὁ Πλούτων ἥρπασεν αὐτὴν, ὡς Παλαίφατος. (3) Ἡ δὲ Σικυῶνος βασιλεία ἤτοι τῆς Ἑλλάδος διήρκεσεν ἔτη ππεʹ. (4) Ἐν τούτοις τοῖς χρόνοις ἐγνωρίσθη Προμηθεὺς γραμματικῆς*, Ἐπιμηθεὺς μουσικῆς καὶ Ἄτλας ἀστρονομίας· δι ̓ ὃ λέγουσιν ὅτι τὸν οὐρανὸν βαστάζει· καὶ ὁ πανόπτης Ἄργος, τὴν τεχνικὴν ἐπιστήμην περίβλεπτος. (5) Ἐπετέθη δὲ καὶ ἡ τῆς [Ἀττικῆς] βασιλεία εἰς Ἀθήνας, καὶ ἤρκεσεν ἔτη υϟβʹ. Ἐβασίλευσε δὲ πρῶτος Κέκροψ, [ὅστις δι] φυὴς ἐκλήθη διὰ τὸ τοῦ σώματος μέγεθος. Ὃς ἐνομοθέτησε γυναῖκας ἐκδίδοσθαι ἀνδρί ἑνὶ, πρότερον θηριωδῶς μιγνυμένας. Τοῦτο δὲ ἐποίησεν ὡς ἐξ Αἰγύπτου καταγόμενος, τὴν νομοθεσίαν Ἡφαίστου οὐκ ἀγνοῶν· ἔλεγε δὲ ὅτι καὶ διὰ τὴν τοιαύτην τῆς ἀσελγείας κακοήθειαν ἡ Ἀττικὴ κατεκλύσθη. (6) Μετὰ αὐτὸν ἐβασίλευσε Κράναος, Φορ[ωνεὺς] καὶ οἱ ἐφεξῆς μέχρι Κόδρου. Ἐκ τότε μετέπεσεν ἡ τῶν Ἀθηναίων βασιλεία εἰς ἀριστοκρατίαν, καὶ ἐγένετο πρῶτος Δράκων ὁ νομοθέτης, εἶτα Σόλων, μετὰ [τοῦτον] Θαλῆς, ἑξῆς Αἰσχύλος καὶ ἕτεροι. Καὶ ἐκράτησε τὰ πάντα ἔτη ππβʹ. (7) Τότε καὶ Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φερόνται αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐν οἷς εἶπεν, ὅτι τὸ ὑπέρτατον φῶς πάντα ἐδημιούργησεν, ὅπερ ὠνόμασε Βουλήν, Φῶς, Ζωήν· ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
