# Fragmenta 132

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/132

Ὅτι ἐπὶ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ταῖς μιαιφονίαις καὶ οἱ στρατιῶται, τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι κατ ̓ οὐδὲν διεκρίνοντο· Τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενος, καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀπεδήμει τῆς Ῥώμης, ὡς δὴ καὶ τὰ στρατόπεδα διοικήσων καὶ τὰ ἔθνη ἐποψόμενος. Ἐπεὶ δὲ τὸν Ἴστρον κατέλαβε, καὶ τοὺς ἐκεῖσε Γερμανοὺς ἐφιλοποιήσατο, ὡς καὶ συμμάχους παρ ̓ αὐτῶν λαβεῖν καὶ τοῦ σώματος φρουροὺς, καὶ ταῖς φορεσίαις αὐτῶν χρῆσθαι. Οὕτω τε ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, κοινὸς ὢν πρὸς ἅπαντας, ὡς συστρατιώτης μᾶλλον ἢ βασιλεὺς παρ ̓ αὐτῶν χαίρειν λεγόμενος. Ἐπεὶ δὲ καὶ εἰς τὴν Μακεδονίαν ἀφίκετο, εὐθέως τε Ἀλέξανδρον ἑαυτὸν ὠνόμασεν· ἐκεῖθέν τε εἰς Πέργαμον παρεγένετο καὶ ἐπὶ τὸν Ἀχιλλέως τάφον, καὶ στεφάνοις κοσμήσας καὶ ἄνθεσι, τὸν Ἀχιλλέα ἐμιμεῖτο. Καὶ διὰ τῆς Ἀσίας καὶ τῶν ἄλλων ἐθνῶν εἰς Ἀντιόχειαν ἀφίκετο, καὶ διατρίψας χρόνον τινὰ, ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν ποιούμενος ποθεῖν τὴν Ἀλεξάνδρου πόλιν. Ὡς δὲ εἰσήλασεν ἐν αὐτῇ σὺν παντὶ τῷ στρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων, ὡς οὔπω τις βασιλέων πρότερον. Καὶ ἐλθὼν εἰς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἐφόρει καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲς, περιελόμενος ἐπέθηκε τῇ ἐκείνου σορῷ. Ὁ δὲ δῆμος ὁρῶν ὑπερέχαιρε παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τούτου λανθάνουσαν γνώμην. Ἔγνω γὰρ ἐν τῇ Ῥώμῃ ὡς ὅτι πολλὰ εἰς αὐτόν τε καὶ τὴν μητέρα ἀπέσκωψαν. Ὀργίλος τε ὢν φύσει ὁ Ἀντωνῖνος, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην, διὰ προγράμματος τὴν νεολαίαν εἴς τι πεδίον κελεύει συνελθεῖν, φήσας εἰς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι. Ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πεισθέντες οἱ νέοι συνῆλθον ἅμα γονεῦσι καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. Ὁ δὲ Ἀντωνῖνος ὡς εἶδεν αὐτοὺς ἑστῶτας στιχηδὸν, αὐτὸς μὲν ὑπεξῆλθε μεθ ̓ ἧς εἶχε φρουρᾶς· τοὺς δὲ στρατιώτας ἐπαφῆκε, καὶ πᾶσαν [τὴν] ἐν μέσῳ νεολαίαν συνέκοψεν. Οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν ἀπώλοντο. Τοσοῦτος δὲ ἐγένετο φόνος ὡς καὶ πάντα τὸν Νεῖλον ὑπὸ τοῦ αἵματος φοινιχθῆναι. Τοιαῦτά τινα ἐργασάμενος πάλιν εἰς Ἀντιόχειαν ἀφίκετο. Καὶ μετὰ τὸ ψεύσασθαι τὸν γάμον τοῦ Παρθυαίου διέτριβεν ἐν τῇ Μεσοποταμίᾳ, ἡνιοχείαις καὶ θηρίων σχολάζων σφαγαῖς, δύω τοὺς στρατοπέδων ἐπάρχους ἔχων ἅμα, Ἀδούεντον καὶ Μακρῖνον. Ὁ μὲν γὰρ στρατιωτικὸς, ὁ δὲ λογικός. Διὸ καὶ πολλάκις ἀπέσκωπτε τὸν Μακρῖνον ὡς διαίτῃ ἐλευθερίῳ χρώμενον.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
