# Fragmenta 134

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/134

Ἀντωνῖνος ἔτη ϛʹ, μῆνασ βʹ. Μετὰ Ἀντωνῖνον τὸν Καράκαλλον Μακρῖνος ἔτος αʹ, μεθ ̓ ὃν Βασιανὸς, ὃν ὡς ἱερωμένον ἡλίῳ, ὃν Φοίνικες Ἐλεάβαλον λέγουσιν, Ἡλιογάβαλον ἔλεγον. Ὠνομάσθη δὲ Ἀντωνῖνος, ὡς τοῦ Καρακάλλου λεγόμενος εἶναι υἱὸς, καὶ ἐκράτησεν ἔτη ϛʹ· μεθ ̓ ὃν Ἀλέξανδρος ὁ Μαμαίας, ἐξάδελφος αὐτοῦ, ἔτη ιδʹ. Μετὰ Ἀλέξανδρον Μαξιμῖνος. Ἀντωνίνῳ τῷ Καρακάλλῳ Σεραπίων ὁ μάγος εἶπεν, ὡς τεθνήξεται, καὶ Μακρῖνος αὐτὸν διαδέξεται, δείξας αὐτὸν τῷ δακτύλῳ. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τύχης, ἕτερον ὑπονοήσας, ἀνεῖλεν ἐκεῖνον. Τούτου τὴν τελευταίαν ἔξοδον ἀπὸ Ἀντιοχείας ποιουμένου, ξιφήρης ὁ πατὴρ [ὄναρ] ἐπέστη λέγων, «ὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, κἀγὼ σὲ [ἀποσφάξω].» Ἀπέκτεινε γὰρ οὗτος τὸν μικρὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ κόλπῳ τῆς μητρὸς, ὕστερον δὲ καὶ αὐτὸς ἐσφάγη.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
