# Fragmenta 137

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/137

Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδείᾳ ὢν ἐξεβάκχευεν, ἐνδύμασί τε ξένοις χρώμενος, ὑπὸ τυμπάνοις καὶ αὐλοῖς προερχόμενος· τὴν γὰρ Ῥωμαῖκὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο. Ἡ δὲ Μαισὰ ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαϊκὴν στολὴν, μέλλοντα εἰς τὴν πόλιν καὶ ἐς τὴν σύγκλητον ἐσελεύσεσθαι. Ὁ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδὲ ἄλλῳ τινὶ πεισθείς (οὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων), δούς τε τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμους τε ἐπιτελέσας θέας, νεών τε μέγιστον κατασκευάσας, ἑκάστοτε προϊὼν ἑκατόμβας ἔθυε, καὶ περὶ τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων. Περιειστήκει δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. Ὅμως δὲ, καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων, διαβληθέντας αὐτῷ ὡς σκώπτοντας αὐτοῦ τὸν βίον. Ὁ αὐτὸς νεὼν μέγιστον ἐν τῷ προαστείῳ κατασκευάσας τούς τε θεοὺς αὐτοῦ ἐπὶ ἅρματι χρυσῷ καὶ λευκοῖς ἑξαζύγοις ἵπποις ἀναβιβάσας, αὐτός τε ἡνιόχει, καὶ πάντες οἱ Ῥωμαῖοι μετὰ παντοδαπῆς δᾳδουχίας καὶ ἀνθέων προεπόμπευον. Ὡς δὲ ἐν τῷ ναῷ ἱδρύσθησαν, ἀναβὰς ὁ Ἀντωνῖνος ἐπὶ πύργον ἐρρίπτει τοῖς ὄχλοις ἐκπώματα χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπὰς, ζῶά τε πάντα ὅσα ἥμαρα, πλὴν χοίρῶν· πολλοὶ δὲ καὶ ἐν ταῖς ἁρκαγαῖς διεφθείροντο. Αὐτὸς δὲ ἑωρᾶτο πολλάκις ὀρχούμενος, ἡνιοχῶν, προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθαίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. Ὁρῶσα δὲ ταῦτα ἡ Μαισὰ, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι, πείθει αὐτὸν θέσθαι υἱόν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
