# Fragmenta 150

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/150

Ὅτι ἐπὶ Γάλλου καὶ Βουλουσιανοῦ Αἰμιλιανὸς ὁ τῆς Μυσίας ἔπαρχος καινοτομεῖν ἐπεβάλετο, αὑτῷ τε τὴν βασιλείαν ἐκ προγόνων ἁρμόττειν φιλονεικῶν, καὶ τῆς Ῥωμαίων βουλῆς μεγίστας κατηγορίας ποιούμενος· ἐφ ̓ οὗ οἱ τῆς Ῥωμαίων προστατοῦντες ἐξουσίας, μεγίστῳ πλήθει στρατεύσαντες, ὑπὸ τῶν οἰκείων ἐπιβουλευθέντες διεφθάρησαν, οὔπω τρίτον ἐνιαυτὸν ἐν τῇ προστασίᾳ τῶν κοινῶν διατετελεκότες, οὐδέ τι λαμπρὸν ἢ βασιλείας ἄξιον κατειργασμένοι, ἐν μνήμῃ δὲ μόνῃ τῶν βασιλέων γενόμενοι. Ὅ γε μὴν Αἰμιλιανὸς ἐπιπηδήσας τῇ ἀρχῇ κατὰ τὴν Σκυθῶν χώραν καὶ τὴν ἐπὶ Ῥώμην ἄφιξιν προθυμούμενος, τετάρτῳ μηνὶ τῆς τυραννίδος προδιεφθάρη τε καὶ ἐκ τῶν ἀνθρώπων ἠφάνισται.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
