# Fragmenta 157

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/157

Ὅτι Τακίτου τὰ τῆς Ῥώμης ἀναδεξαμένου βασίλεια, Σκύθαι διὰ τῆς Μαιώτιδος λίμνης ἐπεραιώθησαν· οὓς καταπολεμήσας ἐπὶ τὴν Εὐρώπην ἐξώρμησεν. Ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν, ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. Μαξιμίνῳ γένει προσήκοντι τὴν Συρίας ἀρχὴν παραδέδωκεν. Οὗτος τοῖς ἐν τέλει τραχύτατα προσφερόμενος, εἰς φθόνον ἅμα καὶ φόβον τὸν βασιλέα κατέστησε. Τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτησεν, ἧς κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας, αὐτῷ μὲν ἐπιθέμενοι τῷ Μαξιμίνῳ κατέσφαξαν· διώξαντες δὲ ἀναζευγνύντα ἐπὶ τὴν Εὐρώπην Τάκιτον ἀναιροῦσιν, ἓξ μησὶ τοῖς ὅλοις βασιλεύσαντα.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
