# Fragmenta 167

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/167

Θρίαμβος ὠνομάσθη ἀπὸ τῶν πρώτων ἐπῶν εἰς τὸν Διόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν φασίν· ἢ ἀπὸ τῶν θρίων, τῶν φύλλων, τῆς συκῆς ἀνακειμένης Διονύσῳ· πρὶν γὰρ ἐπινοηθῆναι τὰ προσωπεῖα, συκῆς φύλλοις τὰ ἑαυτῶν ἐκάλυπτον πρόσωπα, καὶ δι ̓ ἰάμβων ἀπέσκωπτον. Ἐποίουν δὲ τοῦτο καὶ οἱ στρατιῶται, καὶ εἰς τοὺς θριαμβεύοντας ἔσκωπτον. 2. Διοκλητιανὸς καὶ Μαξιμιανὸς μὴ δυνηθέντες περιγενέσθαι τοῦ Χριστιανισμοῦ, καὶ μανέντες, τὴν βασιλείαν κατέθεντο. Καὶ Διοκλητιανὸς μὲν δώδεκα ἔτη πρωτεύσας ἀπέθανε· Μαξιμιανὸς δὲ βουληθεὶς πάλιν ἀναλαβέσθαι τὴν βασιλείαν, καὶ ἀποτυχὼν, ἀπήγξατο.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
