# Fragmenta 17

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/17

Ἠλεὶ (ὃς), μυριάδων λαοῦ τεσσάρων καὶ τῶν παίδων αὐτοῦ ἀναιρεθέντων, ὑπὸ τῆς ἀθυμίας ἐξέπνευσε. Καὶ ἡ κιβωτὸς διαρπαγεῖσα παρὰ τῶν βαρβάρων πάλιν ἀπεδόθη μετὰ εἰκοσαετῆ χρόνον, λιμῷ περιπεσόντων τῶν βαρβάρων. Καὶ διήρκεσαν οἱ κριταὶ χρόνους τλζʹ. Ἔπειτα περιστάντος τοῦ πλήθους καὶ βιαζομένου χειροτονῆσαι Σαμουὴλ βασιλέα, καθάπερ εἶχον τὰ ἔθνη, πρῶτος ἀνεδείχθη βασιλεὺς Σαούλ. Βοὰζ δὲ δίκαιος ἀνὴρ ἐκ τῆς εὐσεβοῦς γυναικὸς Ῥοὺθ ἐγέννησε τὸν Ὠβὴδ, Ὠβὴδ δὲ τὸν Ἰεσσαῒ, Ἰεσσαὶ δὲ τὸν Δαυὶδ, ὃς τὸν βάρβαρον Γολιὰθ καταγωνισάεμνος ἐκρίθη ὑπὸ πάντων μέγας, Σαοὺλ δὲ ὑπεκορίζετο. Ἡνίκα δὲ Σαοὺλ ὑπὸ τῶν πολεμίων ἥλω καὶ τὸν βίον μετήλλαξεν, εὐθέως βασιλεὺς ἀπεδείχθη τοῦ Ἰσραήλ. Δαυὶδ δὲ διάδοχον τῆς βασιλείας τὸν ἑαυτοῦ παῖδα Σολομῶνα ἀπέδειξεν· ἐν οἷς καὶ ὁ Τρωῖκὸς ἐκινήθη πόλεμος· ὅστις Σολομῶν οἰκοδομεῖ τὸν ἐν Ἱερουσαλὴμ ναόν· ἐδίκαζέ τε τῷ λαῷ ἐν σοφίᾳ. Γυναῖκας δὲ χιλίας ἀγαγόμενος πείθεται ὑπ ̓ αὐτῶν εἰδωλολάτρης γίνεσθαι· διὸ καὶ προσέταξεν ὁ Θεὸς διαμερισθῆναι τὴν αὐτοῦ βασιλείαν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
