# Fragmenta 172

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/172

Ὅτι Κώνστας ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου χρόνον τινὰ προὔστη τῆς ἡγεμονίας ὀρθῶς· τὸ δὲ τελευταῖον ἀτόπους νοσῶν ἐπιθυμίας καὶ φίλων ὁμιλίαις οὐχ ὑγιαινούσαις χρώμενος πρὸς βαρύτατα κατηνέχθη μειονεκτήματα. Δι ̓ ἃ δὴ φορτικὸς τοῖς τῶν ἐθνῶν ἐποίκοις καὶ οὐ πρὸς θυμοῦ τοῖς στρατιώταις ἦν. Ὅτι καὶ ἐν τοῖς οἴκοι διαιτήμασιν οὐκ ἐπαινετὸς γέγονεν. Ἐν δὲ δὴ τοῖς ἐπὶ τῶν στρατοπέδων ἄριστος ὡς τὸ πολὺ καὶ εὐτυχέστατος. Τοῖς τε γὰρ στρατιωτικοῖς τέλεσιν ἐν παντὶ φοβερὸς τῷ βίῳ, καίπερ ἐς οὐδεμίαν πώποτε προαχθεὶς ἀπηνῆ τε καὶ σκληρὰς τῶν ἁμαρτανομένων κόλασιν. Κωνστάντιός γε μὴν ἐναντίαν ταῖς εἰρημέναις εἰλήχει τύχην, ἄριστος μὲν ὢν τὰ πολιτικὰ, οὐ δεξιῷ δὲ παρὰ τὰς μάχας δαίμονι χρώμενος.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
