# Fragmenta 174

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/174

Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς διεφθάρη, τῆς κεφαλῆς ἀφαιρεθείς· ἣν ἐπὶ κοντοῦ τινὸς αἰωρήσαντες, περὶ πᾶσαν τὴν πόλιν οἱ ἁλόντες ἤγαγον· ἐφ ̓ ᾧ δὴ χρημάτων τε ἀπαγωγαὶ βαρεῖαι καὶ φόνοι τῶν ἐπιφανεστάτων Ῥωμαίων ὑπονοίᾳ τῆς πρὸς Νεπωτιανὸν κοινωνίας ἐγένοντο. Οὐ πολλῷ γε μὴν ὕστερον Μαγνέντιος Μορσῆς πόλεως πλησίον ἐξεωσθεὶς τῆς παρατάξεως πρὸς τῶν περὶ τὸν Κωνστάντιον, καὶ οὐ πολὺ ἀποσχὼν καὶ αὐτὸς ὑπὸ χεῖρα τοῖς πολεμίοις πεσεῖν, φεύγει, πολλῆς ἑκατέρωθεν Ῥωμαῖκῆς ἐν τούτῳ τῷ ἀγῶνι διεφθαρμένης, ἣ πρὸς ὀθνείους τε καὶ βαρβαρικοὺς ἀχθεῖσα πολέμους, ἀξιόχρεως ἂν ἐγένετο, καὶ πολλῶν ἐπινικίων πομπῶν ἀσφαλείας τε τοῖς ὁμοφύλοις κατέστη πρόξενος. Κωνστάντιος δὲ πρὸς τὸν ἐμφύλιον τρέπεται πόλεμον. Μεθ ̓ ὃ δὴ Μαγνέντιος συχναῖς ἐλαττωθεὶς μάχαις, ἑαυτὸν αὐτοχειρὶ θανάτῳ περὶ Λούγδουνον πόλιν ἐξάγει τοῦ βίου, τὴν μητέρα προανελὼν, τετάρτῳ τῆς βασιλείας ἐνιαυτῷ καὶ μηνὶ ἑβδόμῳ. Ὁ ἀδελφὸς αὐτῷ κοινωνεῖ τοῦ θανάτου, Καῖσαρ ἐπὶ φυλακῇ τῶν Γλλιῶν ἀποδεδειγμένος. Περὶ τούτους γε μὴν τοὺς χρόνους ὑπὸ Κωνσταντίον τοῦ βασιλέως Γάλλος ὁ Καῖσαρ ἐπὶ πολλαῖς καὶ ἀτόποις ἀναιρεῖται πράξεσιν, ἀνὴρ ἄγριος τὴν φύσιν ὢν καὶ τυραννίδα τὴν ἀρχὴν καταστησόμενος ἂν, εἴπερ αὐτοκράτοπι γνώμῃ προστῆναί οἱ τῆς ἡγεμονίας ἐξεγένετο. Σιλβανός τέ τις κατὰ τὴν Γαλλίαν νεωτέρων ἁπτόμενος, πρὸ τριακοστῆς ἡμέρας ἐκποδὼν κατέστη.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
