# Fragmenta 18

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/18

Ὅτι ὁ Σαοῦλ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὑπὸ δαίμονος κατείχετο, καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο. Ὅντινα ὁ Δαβὶδ ταῖς μελῳδίαις κατέθαλπεν. 2. Ὅτι ὁ Δαβὶδ ὁ βασιλεὺς ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ, καὶ πάντας τοὺς πολεμίους ἐχειρώσατο. Ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. Πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσεν, γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. Καὶ ταῦτα μὲν μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. 3. Ὅτι Σολομῶν ὁ υἱὸς Δαβὶδ ὁ βασιλεὺς Ἰουδαίων φρονήσει τε καὶ δυνάμει καὶ πλούτῳ περιφανὴς ἦν. Δικάζων τε τῷ λαῷ ἐν σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν. Ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν, καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους τῆς ἰδίας ἐποιεῖτο. Ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος, ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν· πείθεται δ ̓ ὑπ ̓ αὐτῶν εἰδωλολάτρης γίνεσθαι. Διὸ προσέταξεν ὁ Θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
