# Fragmenta 186

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/186

Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ, κάμνοντι τῷ Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται, καὶ δι ̓ Ἀνδραγαθίου, τοῦ τῆς τυραννίδος κοινωνοῦ, πρὸ Λουγδούνου τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι ἐπιβουλεύεται δολίως. Ἐτελεύτα μὲν οὖν Γρατιανὸς, βιώσας ἔτη κδʹ, βασιλεύσας ἔτη ιεʹ. 2. Αἰτία δὲ τῆς κατὰ Γρατιανοῦ κινήσεως τῷ Μαξίμῳ γέγονεν ἥδε. Οὗτος Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος ἐν τοῖς Οὐάλεντος χρόνοις, δυσανασχετῶν ὅτι Θεοδόσιος ὰπὸ Γρατιανοῦ βασιλείας ἠξιώθη, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθὼν, ἤγειρε τοὺς ἐν Βρεττανίᾳ στρατιώτας εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος· καὶ ἀνηγορεύθη παρ ̓ αὐτῶν βασιλεύς. 3. Τοῦ τοίνυν Γρατιανοῦ κατὰ τὸν εἰρημένον τρόπον ἀναιρεθέντος, περιῆλθεν ἡ ἀρχὴ εἰς Οὐαλεντινιανὸν τὸν νέον καὶ Θεοδόσιον. Ὁπηνίκα δὲ τὸν τοῦ βασιλέως φόνον εἰργάσατο Μάξιμος, εὐθέως ἐπὶ τὴν Ῥώμην ἀφίκετο. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδοσιος ἐν φροντίδι μεγίστῃ καθίστατο, δύναμίν τε κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νεωτέρῳ Οὐαλεντινιανῷ ἐπιβουλεύσειεν. Καὶ ὁ μὲν βασιλεὺς εἰς τὸν κατὰ Μαξίμου πόλεμον ἤλαυνε, καταλιπὼν ἐν τῇ Κωνσταντίνου πόλει Ἀρκάδιον βασιλεύοντα. Καὶ καταλαβὼν τὴν Θεσσαλονίκην, εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν ἐν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δι ̓ ἀνάγκην τὸν τύραννον ὡς βασιλέα ἐδέξαντο. Ἀναλαβὼν οὖν τὰς δυνάμεις τῶν στρατιωτικῶν ταγμάτων, ἐπὶ τὴν Μεδιόλανον ἐχώρει· ἐκεῖ γὰρ ὁ Μάξιμος τὰ τοῦ πολέμου διήρτυεν. Οἱ δὲ περὶ τὸν τύραννον, ὡς τὴν τοῦ βασιλέως ἄφιξιν ἐπύθοντο, οὐ πρὸς μικρὸν τὴν ὁρμὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν Μάξιμον ἄγουσιν, ἄγουσιν, ὃς ἀνῃρέθη ἐν τῇ κʹ τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως φονεὺς, τῆς ἥττης γενομένης, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν, συμπαρομαρτοῦντος αὐτοῖς καὶ τοῦ Θεοδοσίου παιδὸς Ὁνωρίου. Ἦσαν οἶν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες ὅτε δὴ καὶ τὴν ἑαυτοῦ ἀγαθότητα Θεοδόσιος περὶ τὸν Σύμμαχον ἐπεδείξατο. Οὗτος γὰρ εἰς τοὺς ἀπὸ ὑπατίας τελῶν βασιλικὸν λόγον εἰς τὸν Μάξιμον διεξῆλθεν, καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα, τοῖς τῶν ἐκκλησιῶν ἀσύλοις προσκατέφυγεν· ὃν ὁ βασιλεὺς πάσης φιλανθρωπίας ἠξίωσε, καὶ τῷ τῆς βουλῆς τάγματι συγκατέγραψεν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
