# Fragmenta 189

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/189

Ὅτι Εὐτρόπιος ὁ τοῦ Ἀρκαδίου πρόκοιτος οὐδὲν τῶν δεινῶν ἀπελίμπανε, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων, καὶ τούς τι δυναμένους συκοφαντῶν, ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων, καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. Ἀλλ ̓ οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ὰν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. Καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευγότας συλλαμβάνειν βουλόμενος νόμον προὔθηκεν ἐπιτρέποντα καὶ τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. Καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη δὲ εὐθέως τῆς ὠμότητος ἠκολούθει. Μετ ̓ οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τὴν κεφαλὴν ἀποτέμνεται. Οὕτω μὲν οὖν Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ καταλόγου τῶν ὑπάτων ἠλείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
