Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 190.1
Not analysed yet
Ὅτι Ῥουφῖνος, ὁ ἐπίτροπος Ἀρκαδίου, ἐξ ἐπιβουλῆς Εὐτροπίου τοῦ προκοίτου τῆς Ἀρκαδίου διήμαρτε κηδίας· ἀλλ ̓ ὅμως τῇ πλεονεξίᾳ καὶ τῇ χαλεπότητι τῶν τρόπων πᾶσιν ὑπέροπτος ἦν, τόν τε βασιλέα οἰκειότητι τῶν βαρβάρων καταπλήττων, καὶ βαρεῖαν ἐπιτιθεὶς ἀνάγκην πρὸς τὸ κοινωνῆσαι τῆς ἁλουργίδος αὐτῷ, ποτὲ δὲ καὶ πλῆθος βαρβάρων εἰσαγαγὼν, ὧν Ἀλάριχος ἡγεῖτο, πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα καὶ τὰ περὶ τὴν Ἰλλυρίδα διεπόρθει· ὡς καὶ δῆλος ἅπασι γενέσθαι τῇ τῆς τυραννίδος ἐπιβουλῇ. Ὁ μὲν γὰρ ὑπέχαιρε, καὶ τὸν κοινὸν ὄλεθρον ἰδίαν κρηπῖδα τῆς βασιλείας ὑπελάμβανεν· ὁ δὲ βασιλεὺς ἐν ἀφασίᾳ διετέλει· οὐ μὴν καὶ ὁ Στελίχων ἐνταῦθα ὅμοιος ἦν, ἀλλὰ διέπλευσε μὲν αὐτὸς ἐς τὴν Ἑλλάδα, καίτοι μηδὲν προσήκουσαν τοῖς τῆς ἑσπερίας τέρμασι, τὰς τῶν ἐνοικούντων οἰκτείρας συμφορὰς, καὶ τοὺς βαρβάρους σπάνει τῶν ἀναγκαίων διαφθείρας, ἔπαυσε τῆς [κατὰ] τῶν ἐπιχωρίων ὁρμῆς. Συγκαλεσάμενος δὲ Γαῖνὰν, ὃς τότε τῶν ἑσπερίων στρατοπέδων ἔξαρχος ἦν, ἀρτύει τὴν κατὰ Ῥουφίνου σκευήν· ὅτε δὴ καὶ ὁ τοῦ Ἀρκαδίου στρατὸς ἔκ τε τῆς Εὐγενίου καθαιρέσεως καὶ τῆς τῶν βαρβάρων τῶν κατὰ τὴν Ἰλλυρίδα διώξεως ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐχώρει. Ὁ μὲν γὰρ βασιλεὺς κατὰ τοὺς παλαιοὺς νόμους εἰς ὑπάντησιν τῶν στρατοπέδων ἐκ τῆς πόλεως προῆλθεν· καὶ ὁ Γαῖνὰς αὐτὸν ἐφρούρει· πᾶσα δὲ ἦν ἀνάγκη καὶ τὸν τῆς αὐλῆς ἔπαρχον συνεξιέναι (Ῥουφῖνος δὲ ἦν). Καὶ ἅμα τε ὁ βασιλεὺς ὑπὸ τῶν στρατοπέδων Αὔγουστος ὀνομάζεται, καὶ Ῥουφῖνος κατετέμνετο, ταύτης τε ἔτυχε τῆς τελευτῆς. Παῖδες δὲ αὐτοῦ καὶ γαμετὴ πρὸς τὴν ἐκκλησίαν κατέφυγον· διηρπάζοντο δὲ ἀκωλύτως ἅπαντα ὅσα κατὰ τὴν δυναστείαν ἐκτήσατο. [Τότε] Ι ̓αῖνὰς ὁ τῶν ἑῴων στρατοπέδων ἔξαρχος, βάρβαρος ὢν τὸ γένος, καὶ ὑπὸ Ῥωμαἰων κατ ̓ ὀλίγου ἐπὶ τὴν στρατηγίδα προελθὼν, ἄρχειν διενοεῖτο, ὅπως ἂν καὶ αὐτῆς τῆς βασιλείας κρατήσοι. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς ἑαυτοῦ χώρας μετεπέμψατο, τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτῶν ἀριθμὸν ἔχειν κατέστησεν· Τριβιγίλδου δὲ ἑνὸς τῶν ὑποστρατήγων αὐτῷ, χιλιαρχοῦντος τῶν ἐνιδρυμένων τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ αὐτοῦ Γαῖνᾶ νεωτερίσαντος, καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, ἐπειδὴ Ἀρκάδιος μηδὲν προειδόμενος τὸν Γαϊνὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος. Ἦγε δὲ μετ ̓ αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀλίγας μυριάδας· καὶ καταλαβὼν τὴν Φρυγίαν, πάντα ἀνέτρεπεν. Εὐθὺς οὖν ἐν ταραχῇ τὰ Ῥωμαίων, οὐ μόνον διὰ τὸ προσὸν τῷ Γαῖνᾷ [πλῆθος βαρβάρων], ἀλλὰ ὅτι καὶ τὰ τῆς ἑῴας ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλεν. Ἀλλὰ τότε μὲν ὁ βασιλεὺς διαπεμψάμενος πρὸς τὸν βάρβαρον, λόγοις αὐτὸν καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἐγίνετο· τοῦ δὲ ἐξαιτοῦντος δύω τῶν προεστώτων τῆς συγκλήτου λαβεῖν ἀπὸ τῶν ὑπάτων ἀνδρῶν, Σατορνῖνόν τε καὶ Αὐρηλιανὸν, ἀκοντὶ αὐτοὺς ὁ βασιλεὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχε. Καὶ οἱ μὲν ὑπὲρ [του] κοινοῦ προαποθνήσκειν αἱρούμενοι, γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον, καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ὑπήντων, ἕτοιμοι πάσχειν πᾶν ὅ τι ὁ βάρβαρος ἤθελεν. Ἀλλ ̓ οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν, ὁ δὲ παρῆν ἐπὶ τὴν Χαλκηδόνα. Ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. Γενόμενοι δὲ πρὸς τῷ οἴκῳ τῆς μάρτυρος Εὐφημίας, ὅρκοις ἐπιστοῦντο ἀλλήλους. Καὶ ὁ μὲν βασιλεὺς ἐφύλαττεν· Γαῖνὰς δὲ παρεσπόνδει, καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν· ἀλλ ̓ ἐμπρησμόν τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατὰ τῆς Κωνσταντίνου πόλεως καὶ κατὰ πάσης τῆς Ῥωμαίων ἀρχῆς. Βεβαρβάρωτο γοῦν ἡ πόλις ὑπὸ τοῦ πολλοῦ πλήθους, καὶ πάντες οἱ κατ ̓ αὐτὴν ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. Τοσοῦτος [δὲ] ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγιστον τοῦ οὐρανοῦ φανῆναι. Ὁ μέντοι Γαῖνὰς πρῶτον μὲν ἐπειράθη ἁρπαγὴν τῶν ἐργαστηρίων ποιήσασθαι· ὡς δὲ, τῆς φήμης προμηνυσάσης τὴν ἔφοδον, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν ἐχώρει γνώμην. Νυκτὸς γὰρ ἐπιμεσούσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τῷ ἐμπρῆσαι τὰ βασίλεια καὶ τὴν πόλιν. Ὅτε δὴ καὶ ἡ τοῦ Θεοῦ περιφανῶς ἐδείχθη πρόνοια περὶ τε τὴν Ῥωμαίων ἀρχὴν καὶ τὴν πόλιν. Ἀπροόπτως γὰρ τοῖς ἐπελθοῦσιν ἐφάνησαν ἄγγελοι, ἐν σχήματι ὁπλιτῶν, μέγαλα ἔχοντες σώματα· οὓς ὑποτοπήσαντες οἱ πολέμιοι ἀληθῆ στρατὸν εἶναι πολὺν καὶ γενναῖον, καταπλαγέντες ὑπεχώρησαν. Ὡς δὲ ἀπαγγελθέντος τούτου Γαῖνᾷ, ἄπιστον κατεφαίνετο (ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικὸν, κατὰ γὰρ τὰς πόλεις ἐνίδρυτο), πέμπει καὶ αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτὶ, καὶ μετὰ ταῦτα πολλάκις. Ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο (ἀεὶ γὰρ τοῖς ἐπιβουλεύουσιν οἱ ἄγγελοι τὴν αὐτὴν παρεῖχον φαντασίαν), τέλος αὐτὸς σὺν πλήθει πολλῷ παρελθὼν πεῖραν τῶν ἀκουσθέντων λαμβάνει· ὑπονοήσας δὲ ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος, ὑποκρίνεται ὡς ἐπὶ τὸν μάρτυρα Ἰωάννην ὁδεύειν, ὃς ζʹ σημείοις τῆς πόλεως ἀφειστήκει, συνεξήεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι, τὰ ὅπλα λαθραίως κομίζοντες. Ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη γυμνώσαντες, τοὺς ἐπὶ ταῖς πύλαις διεχειρίσαντο. Ἐντεῦθεν πολέμιος ἀπεδείχθη Γαϊνάς· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἅπαντες πρὸς τὴν τείχους φυλακὴν διέθεον. Ὁ δὲ βασιλεὺς κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. Συμβαλόντες οὖν οἱ στρατιῶται τοῖς πολεμίοις περὶ τὴν ἐκκλησίαν τῶν Γότθων (ἐνταῦθα γὰρ οἱ περιλειφθέντες ἠθροίσθησαν), διαφθείρουσιν ἅπαντας, ἐμπιπρῶσι δὲ καὶ αὐτὴν τὴν ἐκκλησίαν. Γαϊνὰς δὲ μαθὼν ἀνῃρῆσθαι τοὺς μὴ φθάσαντας τῶν πυλῶν, γνοὺς δὲ αὐτῷ μηκέτι προχωρεῖν τὰς ἀπαντήσεις, ἄρας ἀπὸ τοῦ μαρτυρίου, ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη· καὶ καταλαβὼν τὴν Χερρόνησον, ἐξ αὐτῆς διαπεραιοῦσθαι καὶ καταλαμβάνειν τὴν Λάμψακον ἔσπευδεν, ὅπως ἂν τῶν ἑῴων κρατῆσαι δυνήσηται. Ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε τῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ Θεουῦ προνοίας ἐδείκνυτο θαύματα. Ὡς γὰρ οἱ βάρβαροι σχεδίας συμπήξαντες ἐπεραιοῦντο, αἵ τε τῶν Ῥωμαίων νῆες παρῆσαν, οἱ μὲν στρατιῶται ῥᾳδίως ταῖς ὁλκάσι διέπλεον, οἱ δὲ βάρβαροι ἐν ταῖς σχεδίαις διώλλυντο ὑπὸ τοῦ κλύδωνος ἐκριπτούμενοι. Πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο· καὶ τὸ πλεῖστον τῶν πολεμίων ἀπώλετο. Γαϊνὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης, καὶ φυγῇ χρησάμενος περιπίπτει Ῥωμαϊκῇ δυνάμει, καὶ ἀναιρεῖται ἄμα τοῖς σὺν αὐτῷ βαρβάροις. Φλαυιανὸς μὲν οὖν ὁ στρατηγὸς τοῦδε τοῦ πολέμου γενόμενος, ἐπὶ τὴν ὕπατον προῆλθεν ἀρχὴν, καθ ̓ ἣν ἐτέχθη Ἀρκαδίᾳ τῷ βασιλεῖ ὁ μικρὸς Θεοδόσιος.