# Fragmenta 193

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/193

Ὅτι Θεοδόσιος ὁ νέος ἐν βασιλείᾳ τεχθεὶς οὐδὲν εἶχεν ὑπέρογκον, ἀλλ ̓ οὕτως γέγονε φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι νομίζεσθαι πεῖραν πολλῶν εἰληφέναι πραγμάτων· καρτερικός τε οὕτως ὡς κρύος καὶ καῦμα γενναίως ὑπομένειν. Τὸ δὲ ἀνεξίκακον καὶ φιλάνθρωπον αὐτοῦ πάντας ἀνθρώπους, ὡς εἰπεῖν, ὑπερέβαλεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς καίτοι φιλοσοφεῖν ἐπαγγελλόμενος οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν Ἀντιοχέων αἰνιξαμένων αὐτὸν, ἀλλὰ βασάνους [τῷ Θεοδώρῳ] προσήγαγε. Θεοδόσιος δὲ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς τὴν δι ̓ ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς, φόνων τε παντελῶς ἀπεχόμενος· καί ποτέ τινος τῶν ἐγγὺς ἐρομένου αὐτὸν διὰ τί τοὺς ἀδίκους μὴ θανατοῖ, ἔφη, «Εἴθε δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν.» Εἰ γάρ τις καὶ ἄξια κεφαλικῆς τιμωρίας πεπραχὼς ἀπήγετο, ἡ τῆς φιλανθρωπίας ἀνάκλησις τὸν ἐκείνου θάνατον παρελάμβανεν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
