# Fragmenta 194-2

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/194-2

Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, ὁ μικρὸς. Οὗτος διαδεξάμενος παρὰ πατρὸς τὴν ἀρχὴν, ἀπόλεμος ὢν καὶ δειλίᾳ συζῶν, καὶ τὴν εἰρήνην χρήμασιν, οὐχ ὅπλοις κτησάμενος, πολλὰ προσεξένησε κακὰ τῇ Ῥωμαίων πολιτείᾳ. Ὑπὸ γὰρ τοῖς εὐνούχοις τραφεὶς πρὸς πᾶν σφίσιν ἐπίταγμα εὐπειθὴς ἦν· ὥστε καὶ τοὺς λογάδας τῆς ἐκείνων δεῖσθαι ἐπικουρίας, καὶ πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς καὶ στρατιωτικοῖς τάγμασι, μὴ παριόντων εἰς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταῦτα δυναμένων, ἀλλὰ τῶν χορηγούντων χρυσίον, διὰ δὲ τὴν τῶν εὐνούχων πλεονεξίαν καὶ τῶν Σεβαστιανοῦ δορυφόρων πειρατικὸν συστὰν τόν τε Ἑλλήσποντον καὶ τὴν Προποντίδα διαταράξαι. Ἐς τοῦτο τὰ πράγματα οἱ εὐνοῦχοι ἀτοπίας παρεσκεύασαν, ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν· οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι παρεσκεύασαν· ἀλλ ̓ εἰς νʹ ἐτῶν ἡλικίαν ἐληλυθὼς διετέλεσε βαναύσους τέ τινας μετιὼν τέχνας καὶ θήρᾳ προσκαρτερῶν· ὥστε τοὺς εὐνούχους καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος· ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
