# Fragmenta 195

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/195

Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, [Ἰωάννης] πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείαν ἀποστέλλει πρὸς τὸν Θεοδόσιον δεχθῆναι εἰς βασιλέα δεομένην· οὓς δὲ ὁ βασιλεὺς ἐν φρουρᾷ ποιησάμενος, πέμπει τὸν στρατοπεδάρχην Ἀρδαβούριον, ὃς τὸν Περσικὸν πόλεμον ἠγωνίσατο. Καὶ ὁ μὲν εἰς Σαλώνας παραγενόμενος, ἔπλει ἐπὶ τὴν Ἀκυληίαν, καὶ χρῆται τύχης ἐναντιότητι, μᾶλλον δὲ θειότητι, ὡς ὕστερον ἀπεδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν τοῦ τυράννου ἐνέβαλεν· ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην τὸν αὐτοκρατόρα καταστῆσαι τοῦ ψηφίσασθαι αὐτὸν συμβασιλεύοντα. Ἀλλ ̓ ὁ μὲν Θεοδόσιος ἐν ἀγῶνι ἐγένετο καὶ ὁ τοῦ Ἀρδαβουρίου παῖς Ἄσπαρ, καὶ ἀφασία κατεῖχε τὰ Ῥωμαίων πράγματα. Ὁ δὲ Θεὸς ἄγγελον ἐν σχήματι ποιμένος ἀπέστειλεν ὁδηγεῖν τὰ Ῥωμαίων στρατόπεδα καὶ τὸν στρατηγὸν Ἄσπαρα, ἄγει τε ἅπαντας διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης (ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διέτριβεν), ὅθεν οὐδεὶς οὐδέποτε διαβεβηκέναι ἱστόρηται. Οὕτως οὖν διαβάντες τὴν ἄβατον, καὶ βατὴν διὰ ξηρᾶς τὴν πορείαν εὑρόντες, ἀνεῳγμένας τε τὰς πύλας κατιδόντες, τῆς πόλεως ἐγκρατεῖς ἐγένοντο· καὶ τοῦτον ἀνελόντες γνώριμα τῷ βασιλεῖ τὰ πεπραγμένα ἐποιήσαντο· ὃς εὐχαριστήσας τῷ Θεῷ ἐσκόπει τίνα τῶν ἑσπερίων ἀναδείξει βασιλέα.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
