# Fragmenta 2.1

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/2.1

1. Ἀπὸ τῆς ἐκθέσεως Ἰωάννου Ἀντιοχέως τῆς περὶ χρόνων καὶ κτίσεως κόσμου πονηθείσης, ὥς φησιν, ἀπὸ βίβλων Μωσέως, Ἀφρικανοῦ, Εὐσεβίου, Παππίου καὶ Διδύμου καὶ ἑτέρων. 2. Πρῶτος ἐκ γῆς ἄνθρωπος πλασθεὶς ὁ Ἀδὰμ ἀπὸ θεοῦ εἶχε μέτρον ἡλικίας ποδῶν ϛʹ μετὰ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ϟϛʹ. ἡ δὲ σπιθαμὴ αὖτοῦ εἶχε δακτύλους ιϛʹ, ὁ δὲ πῆχυς αὐτοῦ δακτύλους κδʹ, ὁ δὲ ποῦς ιϛʹ. Ἔζησε δὲ ἔτη πλʹ. Ἡ δὲ τούτου γυνὴ ἐλέγετο Εὔα, καὶ ἐγέννησεν υἱοὺς τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. 3. Ὁ δὲ Ἀδὰμ [κατὰ κέλευσιν Θεοῦ] ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς αὐτοῦ γυναικὸς ἄγγελος Κυρίου εἶπεν αὐτοῖς. (4) Ὁ δὲ υἱὸς αὐτοῦ Σὴθ εἶχε σοφίαν ἀπὸ θεοῦ, καὶ κατὰ κέλευσιν θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων· καὶ τὸν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν [βʹ] Ζῆνα, τὸν γʹ Ἄρεα, τὸν δʹ Ἀφροδίτην, τὸν εʹ Ἑρμῆν· τοὺς δὲ βʹ φωστῆρας τοὺς μεγάλους αὐτὸς ὁ Θεὸς ἐκάλεσεν. Ὁ αὐτὸς δὲ Σὴθ εὗρε καὶ τὰ ζʹ φωνήεντα ἐκ τῶν εʹ ἀστέρων καὶ τῶν βʹ φωστήρων, καὶ τὰ Ἑβρρῖκὰ γράμματα. (5) Ἔλαβε δὲ Σὴθ γυναῖκα Ἀζουρὰν, καὶ ἐγένετο αὐτῶν γενεὰ πολλὴ ἐν τῇ γῇ ἀνδρῶν τε καὶ γυναικῶν. (6) Ἐν τοῖς μέσοις οὖν αὐτῶν χρόνοις μετετέθη Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ Ἀδάμ. (7) «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο,» ὥς φησι Μώσης (1, 6, 2). Καὶ ἐγέννησαν ἑαυτοῖς υἱοὺς τοὺς γίγαντας. (8) Ἔτη [δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων], βρκβʹ. 9. Ἐν τοῖς χρόνοις τούτοις σφαῖραν πυρὸς ἔπεμψεν ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κατὰ τῶν ὄντων ἐν τῇ Κελτικῇ χώρᾳ γιγάντων, καὶ ἔκαυσεν αὐτὴν καὶ αὐτούς. Καὶ εἰς τὸν Ἠριδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαῖρα ἐσβέσθη. (10) Τοῦτο ἱστοροῦσι τὸ πῦρ [οἱ Ἕλληνες], καὶ λέγουσι τὸν υἱὸν τοῦ Ἡλίου εἶναι, ὃν Φαέθοντα εἶπον, πεπτωκότα ἐκ τοῦ ἅρματος εἰς τὴν γῆν. Καὶ ποιητικῶς μὲν οὕτω τὴν ἱστορίαν συνεγράψατο Ὀβίδιος, ἀληθέστερον δὲ εἶπεν ὁ Χαιρωνεὺς Πλούταρχος. (11) Τούτους ἰδόντες οἱ λοιποὶ γίγαντες κεραυνοβοληθέντας, ἔμειναν ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς εἶπεν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» (12) Τούτους Πείσανδρος, ποιητὴς Ἑλλήνων, ὠνόμασε δρακοντόποδας, ἐκ τῆς γῆς γεννηθέντας, καὶ τολμήσαντάς τινα κατὰ τῶν ὑψίστων θεῖκῶν δυνάμεων, ἕως τὸ θεῖον διαφόροις πληγαῖς ἠνάλωσεν. (13) Ὁ δὲ Σέρβιος εἶπεν ἐν βαθείᾳ πεδιάδι διάγοντας ἐσχηκέναι πόλεμον μετά τινων οἰκούντων ἐν ὑψηλοῖς ὄρεσι, καὶ ταῖς κοιλίαις συρομένους φονευθῆναι ὑπὸ τῶν ἐν τοῖς ὑψηλοῖς οἰκούντων. 14. Τότε ἐγένετο Νῶε, ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ κατακλυσμὸς, καθὼς ἐν τοῖς Βιβλίοις φέρεται. Ἔτη ἀπὁ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ βφνβʹ. Ἐν δὲ τῷ χβʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθε Νῶε ἀπὸ τῆς κιβωτοῦ, καὶ πᾶσα ψυχὴ τοῦ γένους αὐτοῦ. Καὶ μετὰ τὸ παύσασθαι τὸν κατακλυσμὸν ἐκάθισεν ἡ κιβωτὸς, ὡς μὲν Πέργαμος συνεγράψατο, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Πισιδίας ἐπαρχίας, ἧς μητρόπολις ἡ Ἀπάμεια· ὡς δὲ Ἰώσηπος (II, 3, 6) καὶ ἄλλοι, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Ἀρμενίας μεταξὺ Πάρθων καὶ Ἀρμενίων [Ἀ]διαβηνῶν. 15. Ἡ δὲ γενεὰ τοῦ Νῶε ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργοποιΐαν· οἵτινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ ἐπιστάμενοι, πρῶτοι ἐποίησαν πλοῖα, καὶ ἐν τοῖς ὕδασι ἔθεντο αὐτὰ νήχεσθαι. Ἐγένετο οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη τό. 16. Ἐγέννησε Σὴμ, υἱὸς Νῶε, τὸν Ἀρφαξὰδ, ἄνδρα σοφὸν, καὶ ὁ Ἀρφαξὰδ τὸν Καϊνὰν, ὅστις μετὰ τὸν κατακλυσμὸν συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὰς τῶν ἄστρων ὀνομασίας ἐν πλακὶ λιθίνῃ [ἐγγε]γλυμμένας, ὡς Ἰώσηπος συνεγράψατο. Οἱ [γὰρ] τοῦ Σὴθ ἔγγονοι, ἄνδρες ὄντες θεοσεβεῖς καὶ προεγνωκότες τὴν τῶν ἀνθρώπων μέλλουσαν ἔσεσθαι φθορὰν ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας βʹ, τὴν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην, ἔγραψαν ἐν αὐτοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι, εἰ μὲν δι ̓ ὕδατος ἐναλλαγείη ὁ τῶν ἀνθρώπων κόσμος, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη στήλη μενεῖ. Ἥτις λιθίνη στήλη ἔμεινεν μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος, ὡς Ἰώσηπος (Ι, 2, 3) ἐξέθετο. 17. Διεμερίσθησαν αἱ φυλαὶ τῶν υἱῶν Νῶε. Καὶ ἔλαχεν ἡ φυλὴ [τοῦ] Σὴμ ἀπὸ Περσίδος καὶ [βάκτρων] ἕως Εὐφράτου (ἕως Ἰνδικῆς καὶ Ῥινοκορούρων Chron. anon. Cod. 854)· ἡ δὲ τοῦ Χὰμ ἀπὸ [Ῥινοκο]ρούρων τῆς Αἰγύπτου ἕως μέρους τῆς δύσεως, καὶ πᾶσαν τὴν Λιβύην, τὸν Νεῖλον τὸν λεγόμενον Χρυσορρόαν ἕως Μαυριτανίας καὶ τῶν Ἡρακλεωτικῶν στηλῶν καὶ τῆς μεγάλης θαλάσσης τῆς Ἀδριαν[ῆς]. Ἡ δὲ τοῦ Ἰαφὲθ ἀπὸ Μηδίας τὴν ἐπὶ τὸν ἄρκτον ἕως Βριτταννικῶν νήσων [καὶ] πάντα τὰ τοῦ πόντου ἑ* (ἐπὶ̣) τὸν Δάνουβιν [καὶ] τὸν Τάναϊν τοὺς ποταμοὺς, τὴν ἐπὶ Καυκάσια ὄρη καὶ Ἀβασγούς.* Ἀπὸ Τίγριδος καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, τὰ ἀπὸ* τὸν Ῥόδον καὶ Κύπρον καὶ τὴν ἀ...... Διεμερίσθησαν δὲ αἱ φυλαὶ καὶ ἔμειναν ἔθνη οβʹ.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
