# Fragmenta 201.1

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/201.1

Ὅτι τὰ τῶν ἑσπερίων Ῥωμαίων ἐν ταραχῇ ἦν. Μάξιμός τις ἀνὴρ εὐγενὴς καὶ δυνατὸς καὶ δεύτερον ὑπατεύσας, Ἀετίῳ τῷ στρατηγῷ τῶν κατὰ τὴν Ἰταλίαν ταγμάτων δυσμενὴς ὤν, ὡς ἔγνω καὶ τὸν Ἡράκλειον (εὐνοῦχος δὲ οὗτος καὶ τὴν μεγίστην παρὰ τῷ βασιλεύοντι ἔχων ῥοπήν) τῆς αὐτῆς τῷ Ἀετίῳ ἔχθιστον ὄντα προαιρέσεως (ἄμφω γὰρ τῆς ἐκείνου τὴν σφετέραν ἐπειρῶντο ἀντεισάγειν δύναμιν), ἐς συνωμοσίαν ἔρχεται· καὶ πείθουσι τὸν βασιλέα, ὡς εἰ μὴ φθάσοι τὸν Ἀέτιον ἀνελεῖν ταχέως, ὑπ ̓ αὐτοῦ φθαρήσεται. 2. Ὁ δὲ Βαλεντινιανὸς, ἐπειδὴ αὐτῷ ἐχρῆν γενέσθαι κακῶς τὸ τεῖχος τῆς ἑαυτοῦ ἀρχῆς καταλύοντι, προσίετό τε τοὺς λόγους Μαξίμου τε καὶ Ἡρακλείου, καὶ διαρτύει τῷ ἀνδρὶ τὸν θάνατον, ὅτε δὴ ὁ Ἀέτιος ἐν τοῖς βασιλείοις ἐγίνετο, κοινωνεῖν τῷ κρατοῦντι μέλλων ἐπὶ τοῖς βουλεύμασιν, καὶ προνοίας χρυσίον εἰσάγειν πειρώμενος. Ὡς δὲ τὰ περὶ τῶν πόρων Ἀέτιος προύθηκε καὶ ἀναλογισμὸν ἐποιεῖτο τῶν ἐκ τῆς εἰσφορᾶς ἀθροισθέντων χρημάτων ἀθρόων, ὁ Βαλεντινιανὸς ἀνακραγὼν ἀνέθορέ τε τοῦ θάκου, καὶ οὐκέτι ἔφη οἴσειν τοσαύταις ἐμπαροινούμενος μοχθηρίαις· ἐπ ̓ αὐτὸν γὰρ φέροντα τὴν κακῶν αἰτίαν παρελέσθαι αὐτὸν, ὥσπερ τῆς ἑῴας βασιλείας, καὶ τοῦ τῆς ἑσπέρας βούλεσθαι κράτους παραδηλῶν (τῆς ἀρχῆς). Τὸ δὲ παράδοξον τῆς ὀργῆς ὡς ἀπεθαύμαζεν ὁ Ἀέτιος, καὶ ἐπειρᾶτο τῆς ἀλόγου** τοῦ κολεοῦ τὸ ξίφος, σὺν τῷ Ἡρακλείῳ ὥρμησεν, ἤδη καὶ αὐτῷ τὴν κοπίδα εὐτρεπῆ ὑπὸ τὴν χλαμύδα φέροντι (Πριμικέριος γὰρ τῶν κοιτώνων ἦν)· καὶ ἄμφω κατὰ τοῦ Ἀετίου κεφαλῆς συνεχεῖς ἐπενεγκόντες πληγὰς, ἀνεῖλον αὐτὸν, πολλὰ ἀνδρὸς ἔργα διαπραξάμενον πρός τε ἐμφυλίους καὶ ὀθνείους πολέμους. (3) Τὴν μὲν γὰρ Πλακιδίαν, ἥτις τοῦ Βαλεντινιανοῦ μήτηρ ἦν, καὶ τὸν παῖδα, νέον ὄντα, ἐπετρόπευσε, διὰ τῆς τῶν βαρβάρων συμμαχίας· τὸν δὲ Βονιφάτιον, σὺν πολλῇ διαβάντα χειρὶ ἀπὸ τῆς Λιβύης, κατεστρατήγησεν, ὥστε ἐκεῖνον μὲν ὑπὸ φροντίδων νόσῳ τελευτῆσαι, αὐτὸν δὲ τῆς αὐτοῦ γαμετῆς καὶ τῆς περιουσίας κύριον γενέσθαι. Ἀνεῖλε δὲ καὶ Φήλικα δόλῳ, τὴν στρατηγικὴν σὺν αὐτῷ λαχόντα ἀρχὴν, ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρασκευαζόμενον. Κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν Ῥωμαρίων ἐμβατεύσαντες χωρίοις. Παρεστήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων· ὡς δὲ συνελόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύναμιν, ὥστε μὴ μόνον βασιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου ἥκειν ἐπιτάγμασιν. 4. Μετὰ δὲ τὸν Ἀετίου φόνου καὶ Βοήθιον ὁ Βαλεντινιανὸς, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ εἰς τὰ μάλιστα κεχαρισμένον. Ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προὔθηκεν, εὐθέως τὴν γερουσίαν μετακαλεσάμενος, πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐλαβούμενος, μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπομείνοι. Ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ διαμαρτὼν τῆς πατρικιότητος τυχεῖν ἐβούλετο· ἀλλ ̓ οὐδὲ ταύτης ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρμώμενος, τὰς τοῦ μαξίμου ἀνέκοπτεν ὁρμὰς, παραπείθων τὸν Βαλεντινιανὸν, ἀπηλλᾳγμένον τῆς Ἀετίου βαρύτητος, μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἐκείνους μεταφέρειν δύναμιν. Ἐντεῦθεν ὁ Μάξιμος ἀμφοτέρων διαμαρτὼν ἐχαλέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν μεταπεμψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρίστους, σὺν Ἀετίῳ δὲ στρατευσαμένους, καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν, τὸν βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδασκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ μέγιστα ἀγαθὰ ἐν δίκῃ τῷ πεσόντι τιμωροῦσιν. 5. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον, ὀλίγοις ἅμα δορυφόροις, καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. Ὡς δὲ ἀποβὰς τοῦ ἵππου, ἐπὶ τὴν τοξείαν ἐχώρει, ἔνθε δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτόν. Καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεντινιανόν· ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατάξαντα, δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν, καταβάλλει. Ὁ δὲ Θραυστήλας τὸν Ἡράκλειον καθεῖλεν, καὶ ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λαβόντες, ἐς τὸν Μάξιμον ἀπέτρεχον·** εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. Δαιμόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. Μελισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ ̓ αὐτοῦ ῥυὲν αἷμα ἀνιμήσατο καὶ ἅπαν ἐμύζησεν. Τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς, ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. 6. Τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχὴν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πατρὸς Δομνίνου, Αἰγυπτίου πραγματευτοῦ, εὐημερήσαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν· τῷ δὲ Μαιουρίνῳ ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη· ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν, τῶν βασιλείων ἐκράτει. Οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν, βιάζεται τὴν Εὐδοξίαν, θάνατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἦλθε. Καὶ Γιζέριχος, ὁ τῶν Βανδήλων ἄρχων, τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς, ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμενος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυθείσης, τοῦδε εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιόχρεων κεκτημένου δύναμιν, οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην, λάθρα ἐπικαλεσαμένης αὐτὸν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ ̓ αὐτὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. Ἐπειδὰν δὲ ἐν τῷ Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμης ἐγγύς) τὸν Γιζέριχον ὁ Μάξιμος ἔγνω στρατοπεδευόμενον, περιδεὴς γενόμενος, ἔφευγεν ἵππῳ ἀναβὰς, καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ ̓ αὐτὸν ἐλευθέρων οἶς μάλιστα ἐκεῖνος ἐπίστευεν, ἀπολιπόντων, οἳ ὁρῶντες ἐξελαύνοντα ἐλοιδόρουν τε καὶ δειλίαν ὠνείδιζον· τῆς δὲ πόλεως ἐξιέναι μέλλοντα βαλών τις λίθῳ κατὰ τοῦ κροτάφου ἀνεῖλε· καὶ τὸ πλῆθος ἐπελθὸν τόν τε νεκρὸν διέσπασε, καὶ τὰ μέλη ἐπὶ κόντῳ φέρων ἐπαιωνίζετο. Ταύτης μὲν οὖν ἐκεῖνος ἔτυχε τῆς τοῦ βίου καταστροφῆς· ἐπὶ τῇ τυραννίδι μηνῶν αὐτῷ διαγενομένων τριῶν. Ἐν τούτῳ δὲ καὶ Γιζέριχος ἐς τὴν Ῥώμην ἐσέβαλε.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
