# Fragmenta 206

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/206

Ὅτι τῶν Ἰσαύρων ἐν τῇ Ῥοδίων νήσῳ πρὸς ἁρπαγὴν τραπέντων καὶ φόνους ἐργασαμένων, οἱ στρατιῶται τούτους διεχειρίσαντο. Καὶ οἱ μὲν ἐπὶ τὰς ναῦς φυγόντες ἐπὶ τὴν Κωνσταντίνου ἅμα Ζήνωνι τῷ ἐπὶ θυγατρὶ τοῦ βασιλέως γαμβρῷ παραγενόμενοι, καὶ τοὺς τὴν ἀγορὰν προτιθέντας διαθορυβοῦντες, τὸν δῆμον εἰς λιθοβολίας διανέστησαν. Ἐμφυλίου δὲ ἐντεῦθεν κινηθέντος πολέμου, νὺξ ἐπιλαβοῦσα τὴν στάσιν διέλυσεν. 2. Καὶ κατὰ τοῦτον τὸν χρόνον Ἀναγάστης, ὁ τῶν Θρᾳκίων τελῶν ἔξαρχος, πρὸς τὸ νεωτερίζειν ἀρθεὶς, τὰ Ῥωμαίων ἐπέτρεχε φρούρια. Αἰτία δὲ τῆς αὐτοῦ διαφορᾶς ἐλέγετο, ὡς Ἰορδάνου τοῦ Ἰωάννου παιδὸς, ὅνπερ Ἀνεγίσκλος ὁ Ἀναγάστου πατὴρ ἀνῃρήκει, ἐς τὴν ὕπατον ἀνιέντος τιμὴν, τὴν (γὰρ) ἐπ ̓ αὐτῷ γενομένην ὁ Ἀναγάστης οὐκ ἐδέξατο ψῆφον, ὡς ἐπιληψίαν νοσῶν τε καὶ δεδιὼς (φησὶ) μήποτε ἐν τῷ τῆς γερουσίας αἶσχος ἀπενέγκοιτο τῷ πάθει, ἂν οὕτω τύχοι. Ἄλλοι δέ φασι αὐτὸν χρημάτων ἐφιέμενον, ἐς τὴν ἐπανάστασιν χωρεῖν. Πολλῆς δὲ τῆς περὶ αὐτοῦ γενομένης ὑποψίας, τέλος ἐκ τῆς βασιλικῆς αὐλῆς σταλέντες τινὲς, ἔπεισαν αὐτὸν παύσασθαι τῆς ἐπιχειρήσεως. Ὁ μὲν οὖν Ἀρδαβούριον, τὸν Ἄσπαρος, αἴτιον τῆς τυραννίδος ἀπέφηνε, καὶ τὰ τούτου γράμματα παρὰ τὸν βασιλεύοντα ἔπεμπεν. — Ὁ δὲ τοῦ βασιλέως γαμβρὸς Ζήνων, τὴν ὕπατον ἔχων ἀρχὴν, ἔστελλε τοὺς τὸν Ἰνδακὸν ἀποστήσοντας ἀπὸ τοῦ λεγομένου Παπιρίου λόφου. Τοῦτον γὰρ πρῶτος Νέων ἐφώλευε· μεθ ̓ ὃν Παπίριος καὶ ὁ τοῦδε παῖς Ἰνδακὸς, τοὺς προσοίκους ἅπαντας βιαζόμενοι, καὶ τοὺς διοδεύοντας ἀναιροῦντες, Ἐστέλλετο δὲ καὶ κατὰ Ζάνων βοήθεια, ληιζομένων τὰ περὶ τὴν Τραπεζοῦντα χωρία. Διανέστη δὲ τότε πρὸς πόλεμον καὶ τὸ Γότθων ἔθνος, Γαλατίαν τὴν πρὸς Ἑσπέρας νεμόμενον· οἵπερ πάλαι μὲν Ἀλλαρίχου ὠνομάζοντο· ἔτι γε μὴν καὶ τὸ ἐν Παιονίᾳ βαρβαρικὸν πλῆθος, πρότερον μὲν ὑπὸ Βαλίμερι, μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὑπὸ Θευδόμερι ταττόμενον, τῷ Βαλίμερος ἀδελφῷ.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
