# Fragmenta 207-208

Joannes Antiochenus, Fragmenta, 207 to 208. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/207

Ὅτι ὁ τῶν Ἑσπερίων βασιλεὺς Ἀνθέμιος, νόσῳ περιπεσὼν ὑπὸ μαγγανείας χαλεπῇ, πολλοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε· μάλιστα Ῥωμανὸν, ἐν τῇ τοῦ μαγίστρου ἀρχῇ τελέσαντα καὶ ἐν τοῖς πατρικίοις ἐγγεγραμμένον, ἐπιτήδειόν τε ἐς τὰ μάλιστα ὄντα τῷ Ῥεκίμερι· δι ̓ ὃ ἀνιαθεὶς τῆς τε Ῥώμης ἐξῆλθε, καὶ ἑξακισχιλίους ἄνδρας ἐς τὸν κατὰ Βανδήλων πόλεμον ὑπ ̓ αὐτὸν ταττομένους ἀνεκαλέσατο. Ὅτι ἐπὶ Λέοντος τοῦ βασιλέως Ἰορδάνης ὁ τῆς ἑῴας στρατηγὸς καὶ ὕπατος, εἰς ἔσχατον ἦλθε κινδύνου· ἅμα δὲ αὐτῷ Μισαὴλ (Μιχαὴλ̣) καὶ Κοσμὰς τῶν βασιλεὶων ὄντες θαλαμηπόλοι, ὅτι τὰ βασίλεια φυλάττειν καταλελησμένοι, τοῦ βασιλέως ἔξω διαιτωμένου, Ἰορδάνῃ τὰ ἔνδον ἱστορῆσαι βουληθέντι ἐφῆκαν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
