Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 211.1
Not analysed yet
Ὅτι μετὰ τὴν ἐπάνοδον Ζήνωνος, φωραθέντες τινὲς ἐπὶ προφάσει τυραννίδος ἀπώλοντο. Οὔπω δὲ τοῦ πρώτου διαγενομένου ἐνιαυτοῦ ἐκ τῆς ἐπανόδου Ζήνωνος, μικροῦ πρὸς διαφορὰν ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς, ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος εἰς ἐπιβουλὴν Ἰλλοῦ. Ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δεινὸν, ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. Τῷ δὲ ἐπιόντι ἐνιαυτῷ (478), Ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ, καὶ πρὸς τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος στοᾶς, ἑτέρα τις κατ ̓ αὐτοῦ γίνεται ἐπιβουλὴ, ἐξ αἰτίας τοιᾶσδε. Βάρβαρός τις Ἀλανὸς τὸ γένος, κατὰ τὴν τοῦ μαγίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν, ἐξ ὑποθήκης Ἐπινίκου τὸ πραχθὲν ὡμολόγησεν. Οὗτος δὲ ἦν γένος μὲν Φρὺξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβικίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἔκ τινος περιπετείας γνωρισθεὶς, καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκὼς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος ἐπὶ τὴν τῶν πριβάτων ἀνέδραμεν ἀρχὴν,ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὕπαρχον ἀνέβη θρόνον. Οὗ δὴ διελεγχθέντος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ θησαυρίζειν τὰς ὀργὰς ἐπιτήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. 2. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ καθελὼν τοῦ θρόνου, καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύμνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακὼς, καὶ τὸν Θιυδέριχον προχειρίζεται, τὸν ἐπιλεγόμενον Στραβὸν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιήσατο. Ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνοκον κατὰ τὴν Ἰσαύρων ἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως, ἀφορμήθη. Καὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος, καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν, καὶ γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης συνταγέντα, προσεποιήσατο ἄχρις οὗ Ζήνων, μεταπεμψάμενος αὐτὸν, ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμφορᾶς*. Ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλλοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰγύπτου, γραμματικὴν δὲ μετιόντα, καὶ ἐκ πολλοῦ κατὰ τὴν Ἑλλήνων οἰκήσαντα, ἧκεν· πρῶτα μὲν αὐτὸν Ζήνων ἀποδέχεται σὺν πᾶσι τοῖς τέλεσι πρὸ πεντήκοντά που σταδίων τῆς Χαλκηδόνος· ἔπειτα [τὰ] ἐκ τοῦ Ἐπινίκου λεχθέντα ἀπαγγείλας, καὶ διαλογισάμενος οὐκ ἀσφαλὲς εἶναι αὐτῷ ἐπιβαίνειν τῇ Κωνσταντίνου, ἐξαιτεῖ τὴν Βηρίναν· καὶ λαβὼν αὐτὴν παρὰ τοῦ Ζήνωνος ἔκδοτον, Ματρωνιανῷ κατατίθεται τῷ τῆς ἑαυτοῦ γαμετῆς ἀδελφῷ· ὃς ἐπὶ τὴν Ἰσαυρίαν σὺν πλήθει πολλῷ ταύτην ἀγαγὼν, ἐν τῇ κατὰ Ταρσὸν ἐκκλησίᾳ καθιεροῖ, ἐκεῖθέν τε ἐς Δαλίσανδον ἐφρούρει. 3. Καὶ ὁ Ἰλλοῦς ἅμα Ζήνωνι καὶ τῇ βασιλίδι ἐς τὴν Κωνσταντίνου πόλιν παραγενόμενος, παραυτίκα τῷ Ἐπινίκῳ τὴν κάθοδον διεπράξατο, τῆς καταμηνύσεως χάριν. Τῷ δὲ Παμπρεπίῳ τὸ λοιπὸν ἐν πάσῃ εὐροίᾳ τὰ πράγματα ἦν, τιμηθέντι καὶ τῇ τοῦ κοιαίστορος ἀξίᾳ. Συνέστη δὲ καὶ πόλεμος ἐμφύλιος πρὸς τῷ τέλει τῆς Ζήνωνος ὑπατείας (479), ὑπὸ Μαρκιανοῦ καὶ Προκοπίου τῶν ἀδελφῶν, διὰ τὴν πρόφασιν Βηρίνης. Καὶ πλῆθος ἀθροίσαντες βαρβάρων ἅμα πολλοῖς τῶν πολιτῶν πρὸς τὴν Καισαρίου λεγομένην οἰκίαν στρατοπεδεύουσιν· ἐκεῖθέν τε ὁ μὲν ἐν τοῖς βασιλείοις κατὰ τοῦ Ζήνωνος ἐπανίσταται, ὁ δὲ ἕτερος κατὰ Ἰλλοῦ ἐν τοῖς λεγομένοις Οὐαράνου. Ἄρτι τε τῆς ἡμέρας μεσούσης, καὶ τῶν βασιλείων ἠρεμούντων, ἐφίσταται κατὰ τὴν τοῦ Δέλφακος στοὰς, ἐν ᾗ οἱ Δελφικοὶ κίονες ἑστήκασι, ποικίλου χρώματος ὄντες. Καὶ συμπεσόντες τοῖς φρουροῖς, πολλοὺς διεχειρίσαντο τῶν ἔνδον, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως ἐκράτησαν ἂν, εἰ μὴ μικρὸν ἀποδρὰς διεσώθη, Συνεμάχουν δὲ τούτοις Βουσαλβός τις ἡγούμενος στρατιωτικοῦ τάγματος, καὶ Νικήτας καὶ ὁ Τριαρίου Θευδέριχος. Καὶ ὁ τῆς πόλεως ὅμιλος ἐκ τῶν δωμάτων διὰ πάσης ὕλης ἐχώρει κατὰ τῶν ὑπὲρ τοῦ βασιλέως ἀγωνιζομένων. Ἄχρι μὲν οὖν φῶς ἦν, οἱ περὶ τὸν Μαρκιανὸν ἐνίκων· ἐπιλαβομένης δὲ τῆς νυκτὸς, Ἰλλοῦς διὰ προνοίας τοὺς ἐκ τῆς Χαλκηδόνος Ἰσαύρους πωλιανοῖς διεβίβασε πλοίοις, τῶν ἐκεῖσε διαπορθμευόντων ὑπὸ τοῦ Μαρκιανοῦ προκαταλελημμένων, ἅτε καὶ κυρίου ὄντος τοῦ ἐκεῖσε λιμένος. Καὶ τῇ ὑστεραίᾳ τοῦ βασιλέως τοὺς ἐν τέλει πάντας συναγαγόντος, καὶ ἐπισχόντος ἐν ταῖς βασιλείοις αὐλαῖς, εἶτα καὶ στρατιωτικὴν ἐπαφέντος χεῖρα, τρέπεται τὸ τοῦ Μαρκιανοῦ μέρος, καὶ φεύγει, πολλῶν ἐξ ἑκατέρων ἀναιρεθέντων. Ὀλίγοι δέ τινες τῶν φυγάδων καὶ τὴν Ἰλλοῦ ἐπίμπρασαν οἰκίαν. 4. Ὁ μὲν οὖν Ζήνων, τῆς ἐμφυλίου ταραχῆς πεπαυμένης, τὸν Μαρκιανὸν ἐν τοῖς λεγομένοις πρεσβυτέροις κατατάττει, καὶ εἰς τὴν Καππαδοκῶν Καισάρειαν ἐλαύνει, καὶ τὴν τούτου γυναῖκα Λεοντίαν ἐν τοῖς λεγομένοις Ἀκοιμήτοις φυγοῦσαν καταλιμπάνει, τοὺς δὲ λοιποὺς πρὸς Θευδέριχον ἀποδράντας ἀφαιρεῖται τῶν ὑπαρχόντων. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ ἕτερος Θευδέριχος, ὁ Οὐαλίμερος ἐπὶ τὴν νέαν Ἤπειρον ἐκδραμὼν, ἐγκρατὴς γίνεται πόλεως Δυρραχίου, Ἴσαυροί τε Κώρυκον καὶ Σεβαστὴν τῆς Κιλικίας εἷλον. Καὶ Μαρκιανὸς δὲ ἀποδρὰς τοὺς φρουροῦντας, καὶ σὺν πολλῷ πλήθει γεωργικῷ ἐπελθὼν τῇ κατὰ Γαλατίαν Ἀγκύρᾳ, ἀπεκρούσθη, Τροκούνδου προκαταλαβόντος [τὸ] χωρίον, καὶ διὰ τῶν αὐτοῦ δορυφόρων κρατηθέντα τοῦτον ἅμα γυναικὶ καὶ παισὶν εἴς τι φρούριον τῶν ἐν Ἰσαυρίᾳ καταστῆσαι *. Ὅθεν ὁ βασιλεὺς Θευδέριχον τὸν Τριαρίου παραλύσας τῆς ἀρχῆς, Τροκούνδην προχειρίζεται, καὶ Ἀέτιον τῶν ἐν Ἰσαυρίᾳ τελῶν προκαθίζει. Ἐν ᾧ χρόνῳ συνωμοσίαν ποιησάμενοι Ἐπίνικός τε καὶ Διονύσιος ὕπαρχος τῆς αὐτῆς ὢν, καὶ Θραυστήλας στρατηγικὴν ἀξίωσιν ἔχων, ἁλόντες ὑπὸ τοῦ βασιλέως ἐτιμωρήθησαν. Καὶ ἡ τῶν Θευδερίχων συζυγία αὖθις τὰ Ῥωμαίων ἐτάραττε, καὶ τὰς περὶ τὴν Θρᾴκην πόλεις ἐξεπόρθει, ὡς ἀναγκασθῆναι τὸν Ζήνωνα τότε πρῶτον τοὺς καλουμένους Βουλγάρους εἰς συμμαχίαν προτρέψασθαι. 5. Ἐπειδὴ δὲ Θευδέριχος ὁ Τριαρίου ἐπιτυχὼν πρὸς τοὺς Οὔνους ἔπραξε πολέμῳ, καὶ ἐπ ̓ αὐτὴν τὴν Κωνσταντίνου πόλιν ὥρμησεν· καὶ ταύτην ῥᾳδίως ἂν ἐπηγάγετο, εἰ μὴ ὁ Ἰλλοῦς προκαταλαβὼν τὰς πύλας ἐφύλαττεν· ἐκεῖθέν τε ἐπὶ τὰς λεγομένας Συκὰς διαδραμὼν, αὖθις τῆς ἐγχειρήσεως ἥμαρτεν· ὡς λοιπὸν ἐπὶ τὸν Πρὸς Ἑστίαις τόπον καὶ τὸ καλούμενον Λωσθένιον διελθεῖν, καὶ διαπορθμεύσασθαι κατὰ τὴν Βιθυνίαν ἐγχειρεῖν. Ἀλλὰ καὶ κατὰ ναυμαχίαν ἡττηθεὶς, ᾤχετο πρὸς τὴν Θρᾴκην· ἐκεῖθέν τε ἐπὶ τὴν Ἑλλάδα ἀφορμηθεὶς σὺν τῳ παιδὶ Ῥεκιτὰχ, καὶ ἀδελφοῖς δύο καὶ γαμετῇ, Σκυθῶν τε ἀμφὶ τὰς λʹ χιλιάδας, γενόμενός τε κατὰ τὸν Διομήδους καλούμενον στάβλον ἀναιρεῖται, ἐξ ἑωθινοῦ ἀναβὰς τὸν ἵππον, καὶ καταβληθεὶς ὑπ ̓ αὐτοῦ ἐπὶ δόρατος ὀρθοῦ παρὰ τὸν τῆς σκηνῆς τοῖχον ἱσταμένου. Οἱ δὲ καὶ τὴν πληγὴν αὐτῷ ἐπενεχθῆναι ἰσχυρίσαντο ὑπὸ τοῦ παιδὸς Ῥεκιτὰχ, μαστιγωθέντος πρὸς αὐτοῦ. Παροῦσα δὲ ἡ γαμετὴ Σίγιλδα, νύκτωρ καταθάπτει τοῦτον. Καὶ τὴν μὲν τοῦ πλήθους ἐπικράτειαν διαδέχεται Ῥεκιτὰχ θευδερίχου παῖς· παρεδυνάστευον δὲ αὐτῷ οἱ ἐκ τοῦ πατρὸς θεῖοι, οὓς ἀνελὼν μικρὸν ὕστερον, μόνος τῆς Θρᾳκῶν ἐδυνάστευεν, ἀτοπώτερα τοῦ πατρὸς ἀπεργαζόμενος.