# Fragmenta 23

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/23

Ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβῃ εἶχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. Ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. Καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρίαμος ἔλαβε χρησμὸν, ὅτι τριακονταέτης γενόμενος ἀπολέσῃ τὴν Τροίαν. Καὶ τοῦτον ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. Παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῇ Τροίᾳ ἑορτὴν ἐπετέλεσε. Καὶ δεδωκὼς αὐτῷ δῶρα, καὶ πρὸς τοὺς τοπάρχας ἀποστείλας ἀπέστειλεν αὐτὸν θυσιάσαι τοῖς κατὰ τὴν Ἑλλάδα ἱεροῖς. Καὶ παραγενόμενος εἰς Σπάρτην τὴν ὑπὸ Μενελάου τότε βασιλευομένην εὗρε τὸν μὲν Μενέλαον πλεῖν μέλλοντα ἐπὶ τὴν Κρήτην, τάγματος ἕνεκα καὶ θυσίας ἐξ ἔθους προσαγομένης παρ ̓ αὐτοῦ τῇ Εὐρώπῃ, ἐξ ἧς ἔλεγεν ἔχειν τὸ γένος. Ὁ τοίνυν Μενέλαος ὡς ἐδέξατο τὸν Ἀλέξανδρον καὶ τὰ γράμματα τοῦ Πριάμου καὶ τὰ δῶρα, ἐν τιμῇ τε ἐποιήσατο τὸν ἄνδρα καὶ κατέστησεν αὐτὸν ἐν τῷ παλλατίῳ διαιτᾶσθαι· καὶ ᾔτησεν αὐτὸν ἀναμεῖναι τὰς ὀλίγας ἡμέρας, ἄχρις ἂν αὐτὸς τὴν εὐχὴν ἐκτελέσας ἀπὸ τῆς Κρήτης ἐπανέλθῃ. Οὕτω τοίνυν Ἀλεξάνδρου διατρίβοντος ἐν τῇ Σπάρτῃ, συνέβη τὴν Ἑλένην τὴν Μενελάου γυναῖκα οὖσαν ἐν παραδείσῳ θεαθῆναι ὑπ ̓ αὐτοῦ. Συνῆσαν δὲ αὐτῇ Αἴθρα τε καὶ Κλυμένη, ἐκ τοῦ γένους καταγόμεναι Πέλοπος καὶ Εὐρώπης. Ὡς οὖν εἶδεν ὁ Πάρις τὸ κάλλος τῆς Ἑλένης, ἔρωτι βληθεὶς εἰς αὐτὴν διὰ τῆς Αἴθρας τε καὶ Κλυμένης ὑπονοθεύει ταύτην, καὶ φεύγει διὰ τῶν πλοίων ὧν εἶχεν. Λαβὼν οὖν αὐτὴν μετὰ χρημάτων λιτρῶν τριακοσίων καὶ ἀργύρου πολλοῦ καὶ κόσμου ἀπέπλευσεν εἰς Σιδῶνα, ἐκεῖθέν τε εἰς Αἴγυπτον πρὸς τὸν βασιλέα Πρωτέα. Καὶ ἔμεινεν ἄχρι τινὸς παρ ̓ αὐτῷ καταφρονήσας ὧν ἐκελεύσθη θυσιῶν. Ὡς οὖν ἐγνωρίσθη τοῦτο τοῖς τὴν βασιλικὴν φυὴάττουσιν αὐλὴν τοῦ Μενελάου, παραχρῆμα ἀπέστειλάν τινα ἐν Γορτύνῃ τῇ πόλει τῆς Κρήτης ἀπαγγελοῦντα Μενελάῳ τὸ γεγονός. Ὁ δὲ ἀκούσας ἐπανῆλθεν εὐθέως ἐν τῇ Σπάρτῃ, πέμπων εἰς ἀναζήτησιν αὐτῶν ἐν παντὶ τόπῳ. Καὶ ὅτε ἔμαθε τούτους εἶναι ἐν τῇ Τροίᾳ, ἔπεμψε κατασκόπους ὀφείλοντας αὐτῷ τὴν ἀλήθειαν ἀπαγγεῖλαι· καὶ ἀποστέλλει πρέσβεις ὁ Μενέλαος μετὰ χρημάτων ἀποδοθῆναι αὐτοῖς τὴν Ἑλένην. Ἀπράκτων δὲ τούτων ἐπανελθόντων, πάλιν ἀπέστειλεν. Ὡς δὲ οὐδὲν ἔδρα, ταραττομένου τοῦ δήμου πρὸς τὸ ἀποδοθῆναι αὐτὴν, οἱ τοῦ Πριάμου παῖδες ἀνθίσταντο. Ὁ δὲ Μενέλαος ὑποστραφεὶς σὺν Ἀγαμέμνονι τῷ βασιλεῖ περιῄει τοὺς τοπάρχας τῆς χώρας, παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῷ καὶ συναγωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. Καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν Ὅμηρος καὶ Δίκτυς.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
