# Fragmenta 25

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/25

Ὅτι ὁ βασιλεὺς Ἀγαμέμνων ἀποπλεύσας ἀπὸ τῆς Ἰλίου εἰς τὴν ἰδίαν πατρίδα, εὗρε τὴν ἑαυτοῦ γυναῖκα Κλυταιμνήστραν ὑπὸ Αἰγίσθου μοιχευομένην. Ἀκούσασα γὰρ αὕτη ὅτι τὴν Κασσάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατασκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. Ἐνδύσασα γὰρ τὸν ἄνδρα χιτῶνα πανταχόθεν ὑφασμένον, παρεσκεύασεν αὐτὸν ὑπὸ Αἰγίσθου σφαγῆναι· καὶ λαμβάνει τοῦτον ἄνδρα, καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα Ἠριγόνην. Ταῦτα τοίνυν ἀκούσας ὁ Ὀρέστης, ὁ τοῦ Ἀγαμέμνονος υἱὸς, ἦλθεν ἀπὸ τοῦ Σχοινέως, τοῦ θρέψαντος αὐτὸν, τοῦ πατρὸς τὸν θάνατον ἐκδικήσων Οἱ δὲ περὶ τὸν Αἴγισθον καὶ τὴν Κλυταιμνήστραι ἐβουλεύοντο καὶ αὐτὸν ἀνελεῖν, ἀλλ ̓ ἡ τούτου ἀδελφὴ Ἠλέκτρα, ἐξεῖπεν αὐτῷ τὴν βουλήν· καὶ σὺν τῷ Στροφίῳ γενόμενος, καὶ τῷ υἱῷ αὐτοῦ Πυλάδῃ, συγγενῶν ὄντων τοῦ Ἀγαμέμνονος, παραγίνεται εἰς τὸ μαντεῖον, καὶ λαμβάνει χρησμὸν, ὅτι δεῖ αὐτὸν ἐκδικῆσαι τὸν θάνατον τοῦ πατρὸς, καὶ ἀνελεῖν τὸν Αἴγισθον καὶ τὴν αὐτοῦ μητέρα, καὶ τὴν βασιλείαν ἀναλαβεῖν τοῦ πατρός. Ὅπερ πέπραχεν ἐπιβόμενος καιροῦ, καὶ ἐπελθὼν αὐτοῖς ἐν τῷ παλλατίῳ, ἀμφοτέρους κατασφάζει. Κινήσεως οὖν κατ ̓ αὐτοῦ γενομένης ὑπό τε τοῦ πατρὸς Κλυταιμνήστρας καὶ τῶν συγγενῶν Αἰγίσθου, καὶ δίκης ἀγωνισθείσης παρὰ τῷ Ἀρείῳ πάγῳ, ψῆφον ἔλαβεν ὁ Ὀρέστης, δικαίως ἀνελεῖν τὴν μητέρα. Τούτῳ τοίνυν τῷ τρόπῳ, διαφυγὼν τὰς κατηγορίας, βασιλεύει τοῦ Ἄργους. Καὶ εἰς μανίαν ἐλθὼν μετὰ ταῦτα ἀπεδήμησε τῆς χώρας, ἐν ὅλοις τοῖς ἱεροῖς θυσιάζων, καὶ δεόμενος ἀπαλλαγῆναι τῆς μανίας, ἄχρις οὗ παραγέγονεν εἰς τὸ Σίλπιον ὄρος, ἐν ᾧ νῦν Ἀντιόχεια ἡ μεγάλη κεῖται· καὶ ἐκεῖ θεραπευθεὶς ἐπανῆλθε. Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος, καὶ προσάγουσαν τοὺς ξένους εἰς θυσίαν, λέγει τῷ Πυλάδῃ· «Ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων, μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμένα ὀστέα.» Ὁ δὲ πρὸς αὐτὸν ἔφη· «Ἄγωμεν εἰς τὸ ἱερὸν, καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφιγένεια ἡ σὴ ἀδελφὴ, καὶ προσπίπτοντες αὐτῇ σωζώμεθα.» Καὶ ποιήσαντες τοῦτο, καὶ γνωρισθέντες ὑπ ̓ αὐτῆς, ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέμιδος. Καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρχονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. Μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. Οἱ δὲ κατὰ τὴν Παλαιστίνην ἐλθόντες, καὶ ἀρεσθέντες τοῖς τόποις, ᾤκησαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
