# Fragmenta 29

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/29

Οἰνόμαος πρῶτος ἐφεῦρε τὰ τοῦ ἱπποδρόμου χρώματα, καὶ ἐποίει τὸν ἀγῶνα Μαρτίου κδʹ, γῆς καὶ θαλάσσης. Ἐβάλλοντο κλῆροι, καὶ ὃς ἔλαχεν ὑπὲρ τῆς γῆς ἀγωνίσασθαι, ἐφόρει χλοανὸν, ὃς δὲ ὑπὲρ τῆς θάλασσης, κυανόν. Ἐτίθει δὲ Οἰνόμεος ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα, καὶ ὁ νικηθεὶς ὑπὸ τοῦ πλήθους τῶν θεωμένων ἀνῃρεῖτο. Εἶχον οὖν σημεῖον οἱ τότε, καὶ εἰ μὲν τὸ χλοανὸν ἐνίκα, τῆς γῆς εὐφορίαν ἤλπιζον, καὶ οὕτως ἐγίνετο· εἰ δὲ τὸ κυανὸν, τῆς θαλάττης εὔπλοιαν· καὶ ηὔχοντο οἱ μὲν γεωργοὶ τὸ χλοανὸν νικᾶν, οἱ δὲ ναυτίλοι τὸ κυανόν. Πρῶτον δὲ Ἐνυαλίου τινὸς διπώλῳ χρησαμένου ἅρματι, ἐν τούτῳ πρῶτος Οἱνόμαος τετραπώλῳ ἐχρήσατο.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
