# Fragmenta 3

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/3

Ἐκ τῆς φυλῆς Σὴμ τοῦ υἱοῦ Νῶε ἐγένετό τις Νεβρὼ κυνηγὸς πρῶτος, ὃν οἱ Ἀσσύριοι ἀποθεώσαντες ἔταξαν ἐν τοῖς ἄστροις, καὶ καλοῦσιν Ὠρίωνα, διὸ καὶ τὸν κύναστρον αὐτῷ συνῆψαν. — Ἐκλήθη δὲ ὑπὸ τῶν ἐπιχωρίων καὶ Κρόνος, καὶ ἔλαβε γυναῖκα τὴν Σεμιράμιδα, ἣ Ῥέα ἐκλήθη, καὶ ἔσχεν ἐξ αὐτῆς Πῖκον τὸν καὶ Δία, καὶ Ἥραν καὶ ἄλλους παῖδας. Οὗτος ἐάσας τὸν Δία τῶν Ἀσσυρίων κρατεῖν, ἀπῆρεν ἐπὶ δύσιν, καὶ ἔσχεν υἱὸν Ἄφρον, ᾧπερ ἔδωκε τὴν Λιβύην· ἐξ οὗ καὶ ἡ Ἀφρική· ἔσχε δὲ οὗτος ὁ Ἄφρος Ἀφροδίτην θυγατέρα. Ὁ δὲ Ζεὺς ἐάσας τὴν Ἀσσυρίων ἀρχὴν τῷ ἀδελφῷ Νίνῳ, πρὸς τὸν πατέρα Κρόνον ἀπήρθη· καὶ ἐκράτησεν ἐκεῖ, παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς, καὶ ἀφανοῦς γενομένου. Νῖνος δὲ ἔγημεν Ῥέαν τὴν [καὶ] Σεμίραμιν, τὴν οἰκείαν μητέρα· ἐξ οὗ ὁ νόμος παρὰ Πέρσαις γαμεῖν τὰς μητέρας. Τότε ἐφάνη καὶ Ζωροάστρης ὁ ἀστρονόμος, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, εἰπὼν Ἀσσυρίοις τὴν ἑαυτοῦ τέφραν τηρεῖν· οὕτω γὰρ αὐτῶν τὴν βασιλείαν μὴ ἐκλείπειν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
