# Fragmenta 36

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/36

Ὅτι Ταρκύνιος Σούπερβος τῆς ἀρχῆς ἐπιλαβόμενος μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων· τούς τε νόμους μεταθεὶς, καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος, καὶ δι ̓ αὐτῶν τὸν δῆμον αἰκιζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἀλύσεις, μέταλλα καὶ ἐξορίας ἐφευρών· φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών· ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· Σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
