# Fragmenta 37

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/37

Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ καὶ νεύσαντος τοῦ πλήθους ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. Ὁ μὲν γὰρ ἔτυχεν τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν καὶ (1. δέκα) πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δὲ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα, γένους παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν, ἐμίανεν. Ἐπανελθούσης, καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ ̓ αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος, ὄπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόντων κατειργάσατο. Τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους), καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν, ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. Ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων, ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν, καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. Ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν, ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. Καθ ̓ ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος, ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. Ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
