# Fragmenta 54

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/54

Ὅτι Πτολεμαίου (Ἀγαθόκλειαν) τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλόντος, καὶ μιᾷ τινὶ τῶν ἑταιρίδων συναφθέντος, εἶτα τελευτήσαντος Πτολεμαίου, ἡ Ἀγαθόκλεια Ἀρσινόην διαφθείρει δόλῳ· καὶ ταύτης σὺν τοῖς βασιλείοις διαφθαρείσης, πολλῆς τε ταραχῆς ἐντεῦθεν Αἰγυπτίοις ἀναφθείσης, ὅ τε τῆς Συρίας βασιλεὺς Σέλευκος, καὶ τῆς Μακεδονίας Φίλιππος, ἐλπίδι τοῦ κρατήσειν τῆς χώρας σὺν προθυμία στρατεύουσιν· οὓς δὴ Ῥωμαῖοι φθάσαντες τῆς ἐγχειρήσεως, τὴν τῶν Αἰγυπτίων ἐμφύλιον ἀπέσβεσαν ἐπανάστασιν, Πτολεμαῖον τὸν Ἐπιφανῆ αὐτοκράτορα τοῦ ἔθνους ἀποδείξαντες, Προυσίου τότε τῶν Βιθυνῶν βασιλεύσαντος.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
