# Fragmenta 58

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/58

Ὅτι Ἀντίοχος (sc. Ὁ Ἐπιφανὴς), ὁ τῆς Συρίας βασιλεὺς, τοῦ Σελεύκου (sc. Τοῦ Φιλοπάτορος) τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθειρεν· ἑτέροις τὸν τούτου φόνον ἐπανεγκὼν, οὓς δὴ καὶ διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτολεμαῖον (sc. Τὸν Φιλομήτορα) στρατεύει, ἀναπαλαίειν ταῖς συνθήκαις ἐπιχειροῦντα. Καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πηλούσιον, κρατήσας τε παντελῶς τοῖς ὅπλοις, φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. Καὶ ὁ μὲν Πτολεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰγυπτίων, προσφεύγει τῷ γαμβρῷ Ἀντιόχῳ· ὁ δὲ τοῦτον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστησιν· ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας, αἱρεῖ μὲν αὐτῶν τὸ ἄστυ, καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν, ἑλληνίζειν ἠνάγκαζε· τόν τε πάτριον αὐτῶν ἀφελόμενος κόσμον, Διὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντιῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε, καὶ Διὸς ξενίου τέμενος ᾠκοδόμησεν. Καὶ Ματθίας Ἀσμωνίου παῖς τὴν ἱερατείαν παρείληφεν ἐν Ἱερουσαλὴμ, καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. Ἀλλ ̓ ὁ μὲν ἀπὸ Σαμαρείας οἴκων*, αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ, καὶ τοὺς λεγομένους Μακκαβαίους κολάζει, τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ, καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. Αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξαμένου.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
