# Fragmenta 61

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/61

Ὅτι ἐπὶ ὑπάτων Γαίου Κεκιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος, ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. Οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν, πολλῇ τῶν ἐπιτηδείων ἐντρυφῶντες δαψιλείᾳ, οὐ σταθμητὸν ἐκτήσαντο δούλων πλῆθος, πρός τε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτὸ τριβὰς, καὶ τῇ πανοπλίᾳ γυμνάζοντες, οὐ μόνον τοὺς περιοίκους ἐληίζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους, τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. Καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων, ἐκράτουν μανικῶς ἁπάσης τῆς Σικελίας. Οἱ γοῦν δραπέται τῇ σπάνει τῶν ἀναγκαίων βεβιασμένοι, τῇ τε τῶν ὅπλων θαρροῦντες ἀσκήσει, καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ, ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθημα νυκτερινὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λεγόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον καὶ τῆς μυσαρᾶς μιαιφονίας αὐθέντην, [βασιλέα] ἀποδεικνύντες. Ἐπειδὴ δὲ οὗτος τῆς νυκτερικῆς ἐκείνης μανίας βασιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. Καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευόμενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυναστείας, μυριάδας (τε) πλείους ἢ τεσσαράκοντα συνσθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις ἀναιρεῖ τοὺς δεσπότας· τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν πλευρωμάτων ἀκοντίζων, ἑτέρους δὲ τῶν κεφαλῶν ζημιῶν διετίθει· γυναικῶν δὲ ὅσαι μὲν ἐν παρθενίᾳ ὑπῆρχον, συνηρπάζοντο δουλεύειν τοῖς δραπέταις ἠναγκασμέναι, ὅσαι δὲ τὸ πρὶν ἤδη τοῖς ἀνδράσι συνῴκουν, πρὸς βίαν ᾐσχύνοντο. Τοῦ δὲ πάθους καὶ ταῖς ἄλλαις πόλεσιν ἐπιδημοῦντος, μέλλοντός τε καὶ ἐπ ̓ αὐτῇ ἐπιφοιτᾶν τῇ Ῥώμῃ, Πόπλιος Σκιπίων κατ ̓ αὐτῶν στρατεύσας, τούτων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ὑπὸ ζυγὸν τίθησιν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
