# Fragmenta 66

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/66

Ὅτι Ἀντίοχος ὁ Σιδήτης ἐπίκλην, ὁ τὴν Ἱερουσαλὴμ πορθήσας, Συρίας βασιλεὺς, Ἀρσάκῃ τῷ Παρθυαίων δυνάστῃ προσπολεμήσας, ἀναιρεῖται, ἐνάτῳ τῆς βασιλείας ἐνιαυτῷ. Σέλευκος δὲ ἐπὶ τούτῳ τὴν ἅρχὴν διαδέχεται. Ἀλλ ̓ ὁ μὲν ὑπὸ Δημητρίου αὖθις ἐπανελθόντος καθαιρεῖται τῆς ἐξουσίας, καταφεύγει τε πρὸς τὸν Παρθυαῖον, καὶ τὴν αὐτοῦ θυγατέρα λαβὼν, μένει κατὰ τὴν χώραν. 2. Σκυθῶν δὲ τότε τὴν μέσην τῶν ποταμῶν ἐπιτρεχόντων, καὶ τὴν Ἀρσάκου βασιλείαν ληιζομένων, αὐτός τε ὁ Παρθυαῖος κατὰ τὸν πόλεμον ἀναιρεῖται, καὶ ὁ μετὰ τοῦτον τὴν ἡγεμονίαν παρειληφὼς, ὑπόφορος γίνεται Σκύθαις. 3. Ἀλέξανδρος δὲ ὁ πρεσβύτερος, ἐκ τῆς Ἀραβίας ἥκων, πολύ τε πλῆθος ἀκοντιστῶν ἐπαγόμενος, Δημητρίῳ κατὰ τὴν Συρίαν ἐπολέμει. Ἐπὶ πολύ τε αὐτοῖς τῆς μάχης ἐκτεινομένης φεύγει Δημήτριος εἰς Τύρον, καὶ συλληφθεὶς ἀναιρεῖται, ἔτη δʹ τῆς ἀρχῆς ἀπολαύσας. Συνδιαφθείρεται δὲ τούτῳ κατὰ τὴν Δαμασκὸν καὶ ὁ παῖς Σέλευκος, ὑπὸ τῆς ἑαυτοῦ μητρὸς δολοφονηθεὶς Ἀπάμης.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
