# Fragmenta 67

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/67

Ὅτι αἰτίαν τῇ πολιτικῇ κινήσει παρεῖχε Γάϊος Μάριος, ἕκτον γεγονὼς ὕπατος. Ἡ μὲν γὰρ βουλὴ τῶν ὑπὸ τοῦ Μιθριδάτου νεωτερισθέντων αἰσθομένη τήν τε Ἀσίαν ἤδη καὶ τὴν Ἑλλάδα κατειληφότος, Κορνήλιον Σύλλαν τὸν ὕπατον ἡγεμόνα τοῦδε τοῦ πολέμου προεχειρίσατο. Ἐπεὶ δὲ οὗτος κατὰ τὴν Καμπανίαν σὺν στρατιᾷ διέτριβε, τὸν κινηθέντα τῶν συμμάχων πόλεμον καθιστάμενος, ἀναιρῶν τε ὅπερ ἦν τῆσδε τῆς ταραχῆς λείψανον, ὁ Μάριος ἐπιθυμήσας τῆς ἐπὶ τὴν Ἀσίαν στρατηλασίας καὶ προσλαβὼν Σουλπίκιον τὸν δήμαρχον, ἄνδρα μοχθηρὸν καὶ μετὰ πάσης τόλμης καὶ ὠμότητος τὴν Ῥώμην ταράσσοντα, βιάζεται πλήθει καὶ ὅπλοις τὴν βουλὴν αὐτὸν ἀντιτάξαι τῷ Μιθριδάτῃ. Καὶ τὸν Σύλλαν ἀπὸ στρατοπέδου πάροντα μικροῦ μὲν ἐδέησεν ἀνελεῖν· ἐπεὶ δὲ συγχωρεῖν αὐτὸς ἔφη τοῖς γινομένοις, παρῆκεν ἀπαθῆ. Καὶ ὃς ἀφικόμενος αὖθις πρὸς τοὺς στρατιώτας, καὶ τὰ πεπραγμένα διεξελθὼν ἐπάγει τῇ πόλει συντεταγμένην τὴν στρατιὰν, καὶ κρατεῖ τῶν περὶ τὸν Μάριον ἀντιταξαμένων, πρῶτός τε Ῥωμαίων σὺν ὅπλοις ἐντὸς παρελθὼν τῆς πόλεως, Σουλπίκιον μὲν τὸν δήμαρχον καταμηνυθέντα πρὸς τοῦ θεράποντος ἀποσφάττει, Μάριον δὲ φυγάδα τῆς πόλεως**.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
