# Fragmenta 77

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/77

Ὅτι μετὰ τὰς σπονδάς φασι δειπνεῖν παρὰ τῷ Πομπίῳ τῷ παιδὶ Πομπηίου τόν τε Καίσαρα (Ἰούλιον) καὶ Ἀντώνιον, ἐν τῇ στραγηγίδι νηὶ παρασκευασαμένῳ τὸ δεῖπνον. Τοῦτο γὰρ ἔφη αὐτῷ μόνον καταλελεῖφθαι πατρῷον οἶκον. Ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηίῳ ὑπηρετοῦντα, καὶ τότε προσελθεῖν τε αὐτῷ ἡσυχῆ, καὶ, «Βούλει, φάναι, τὰς ἀγκύρας τῆς νεὼς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον;» Τὸν δὲ Πομπήιον ἀποκρίνασθαι· «Ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. Νῦν δὲ οὐ πρὸς ἡμῶν ἐπιορκεῖν· τὰ παρόντα στέργωμεν.»

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
