# Fragmenta 79

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/79

Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο· ἀλλ ̓ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος πᾶν [τε] ὃ ἐπόθει ἠρνεῖτο, καὶ πᾶν ὃ ἐμίσει προετίθετο. (2) Τοιοῦτος δή τις ὢν τοὺς ἄρχοντας οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβάνοντας εὕρισκεν ἢ καὶ τὰ δημόσια σφετερίζοντας, ἐκόλαζε, λέγων· «Κείρεσθαί μου τὰ πρόβατα, ἀλλ ̓ οὐκ ἀποξυρᾶσθαι βούλομαι.» (3) Οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε, ὀρχηστήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντος, μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. Τοῖς γε ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενος, καὶ θύουσι συνεορτάζων, νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίαν φρουρὰν ἐπαγόμενος. (4) Ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτε αὐτὸν μήθ ̓ ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρῆσθαι, τόν τε χρύσεον ὅλον κόσμον γυναιξὶ μόναις ἐπιτρέψας· πολλὰ δὲ καὶ εἰς ἐπανορθώσεις τῶν πόλεων δαπανήσας. (4) Τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξήλασε. (5) Τοιοῦτος οὖν τις ὢν, αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παραφρονεῖν νομισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. Πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. (6) Ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. Καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειραθέντες, αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. (7) Ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυναῖκας, ἅπαντα δι ̓ αὐτῶν τὰ κοινὰ κατεμάνθανε, καὶ πρός γε συνεργοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο. Ἐπὶ τούτοις τε Μουκίαν καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλε διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. (8) Σεϊανόν τε, ἄνδρα ὑπ ̓ αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασι προαχθέντα, αὐτοκράτορά τε ψηφισθέντα, παρὰ τὰς ἁπάντων ἐλπίδας διέφθειρεν. Ὃν γὰρ αὐτὸς καὶ παῖδα καὶ διάδοχον ἐκάλει, τοῦτον ἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἄπαντες οἱ τῆς βουλῆς ἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτήριον ἀπήγαγον, ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες· ὡς καὶ διὰ τούτου ἄν τις τὴν ἀνθρωπείαν ἀσθένειαν κατεῖδε. Σεῖανὸς μὲν δὴ, μέγιστον τῶν πρὸ αὐτοῦ δυνηθεὶς, τοιοῦτον ἔσχε τέλος. (9) Φίλοι δὲ αὐτοῦ καὶ συγγενεῖς ἀδίκως διεφθείροντο. Ὡς τοσοῦτον ἐκλεῖψαι τὴν σύγκλητον, ὥστε μηδὲ ἐς τὰς κατ ̓ ἔτος ἀρχαιρεσίας διαρκεῖν. Παρακαλούμενός τέ ποτε ὑπὸ τῶν φίλων τοῦτο δὴ τὸ ἀρχαῖον ἐφθέγξατo· Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. Πολλάκις δὲ καὶ τὸν Πρίαμον ἐμακάρισεν, ὅτι μετὰ τῆς πατρίδος ἀπώλετο καὶ τῆς βασιλείας. (10) Οὕτω τοίνυν τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος. Καὶ στρατεύσας κατὰ Περσῶν ἐπὶ συνθήκαις ὑπίστρεψεν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
