# Fragmenta 8

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/8

Μετὰ δὲ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεὺς, οὗ θυγάτηρ Καλλιόπη ἐκ μίξεως Θεοβοίου Ζῆθον καὶ Ἀμφίονα ἔτεκεν, οἳ ῥιφέντες καὶ παρ ̓ ἀγροίκου ἀνατραφέντες κρατοῦσι τῆς Βοιωτίας, ἐπαναστάντες τῷ Νυκτεῖ, καὶ κτίζουσι πόλιν τὴν πρώην οὖσαν κώμην καὶ καλουμένην Ἐγχέλειαν, καὶ ὠνόμασαν αὐτὴν Θήβας εἰς ὄνομα τοῦ πατρὸς αὐτῶν. (2) Τούτων ἀπόγονος Λάϊος, ἀφ ̓ οὗ Οἰδίπους γεννηθεὶς ἐξετέθη ξύλῳ τοὺς πόδας περικλεισθεὶς, καὶ Οἰδίπους ὠνομάσθη διότι ὠγκωμένους εἶχε τοὺς πόδας. Γέγονε δὲ ἀνδρεῖος καὶ τὴν χώραν ἐλῄστευε. Καθ ̓ ὃν δὴ χρόνον καὶ ἡ λεγομένη Σφίγξ ἐφάνη, γυνὴ δυσειδὴς καὶ θηριώδης τὴν φύσιν, ἥτις [ἀποβαλοῦσα] τὸν ἄνδρα, καὶ λῃστρικὴν συναγαγοῦσα χεῖρα καὶ τόπον καταλαβοῦσα δύσβατον τοὺς [πατιόντας] ἐφόνευε καὶ τὰς Θήβας τῶν ἀναγκαίων ἐστένου. (3) Ὁ οὖν Οἰδίπους δεινότατον [τι] βουλευσάμενος[ ἐς τὸ ἀναιρεῖν τὴν Σφίγγα, ἔλαβεν ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροἴκους γενναίους, προσποιούμενος θέλειν] ἑαυτὸν μετ ̓ αὐτῆς λῃστεύειν καὶ ἐπιτηρήσας καιρὸν λόγχῃ ἀναιρεῖται ταύτην, καὶ προάγει εἰς τὴν πόλιν. Οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν αὐτὸν βασιλέα. (4) Μάχης δε γενομένης Λάϊος λίθῳ τὴν κεφαλὴν βληθεὶς ἀναιρεῖται· Ἰοκάστη δὲ φοβουμένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα, καὶ χειροτονεῖ βασιλέα. Καὶ θεραπεύει τὸ πλῆθος, καὶ βασιλεύει χρόνους ιθʹ, καὶ τίκτει μετ ̓ Ἰοκάστης υἱοὺς βʹ καὶ θυγατέρας βʹ. (5) Μετὰ δέ τινα χρόνον ἐρωτησάσης Ἰοκάστης περὶ τῶν γονέων αὐτοῦ, εἶπε Μελίβοιον τὸν θρεψάμενον· ἡ δὲ μετεστείλατο αὐτὸν· καὶ εἶπε μὴ εἶναι τούτου υἱὸν, ἀλλ ̓ ἐν τῇ ὕλῃ εὑρεῖν· καὶ μαθοῦσα χρόνον εὗρεν ὅτι υἱὸς αὐτῆς ὑπῆρχε, καὶ εἶπε τῷ Οἰδίποδι. Ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοὺς ὀφθαλμοὺς ἀπέθανεν ἅμα μητρὶ Ἰοκάστη. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ 1. Ἐπειδὴ δὲ ἀναγκαῖον εἰπεῖν ὅπως οἱ τότε ἄνθρωποι πολυθείαν ἐτίμησαν, λεκτέον ἡμῖν ἐντεῦθεν ἀρχομένοις. Σερούχ τις ἐκ τῆς τοῦ Ἰάφεθ φυλῆς καταγόμενος δόγμα παρέδωκε τιμᾶσθαι τοὺς πάλαι τελευτήσαντας καὶ ἀριστεύσαντας ἄνδρας ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάντων, καὶ τούτους προσκυνεῖσθαι κατ ̓ ἔτος ὡς ἔτι ζῶντας, καὶ μνήμας αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖς ἱερατικαῖς ἀναγράφεσθαι βίβλοις, καὶ θεοὺς αὐτοὺς ὀνομάζειν ὡς εὐεργέτας. [ἐντεῦθεν εἰσήχθη ἡ πολυθεία καὶ ἡ εἰδωλολατρία.] Τοῦτο δὲ διέμεινε παρ ̓ αὐτοῖς μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἦν γὰρ ἀγαλματοποιὸς καὶ ἀπὸ διαφόρων ὑλῶν τῇ πόλει εἰκόνας ἐργαζόμενος καὶ λέγων τούτους εἶναι θεοὺς καὶ ὀφείλειν προσκυνεῖσθαι ὡς αἰτίους τῶν ἀγαθῶν. Ἐντεῦθεν δὲ διέδραμεν ἡ τοιαύτη δόξα εἰς τὰ πλεῖστα τῶν ἀνθρώπων γένη, μάλιστα δὲ ἐν Ἑλλάδι. Ἤδη γὰρ ἦσαν οὗτοι τὴν τοιαύτην ἀναδεξάμενοι πλάνην, καὶ τιμήσαντες Ἕλληνα τὸν γίγαντα τὸν ἀπὸ φυλῆς τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆς πυργοποίας κοινωνὸν γενόμνον, δι ̓ ἣν ἐμερίσθησαν αἱ γλῶτται τῶν ἀνθρώπων, καὶ ἐκλήθησαν μέροπες.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
