# Fragmenta 82

Joannes Antiochenus, Fragmenta, Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/82

Ὅτι ὁ Γάῖος μιαρώτατός τις καὶ ἀνοσιώτατος ἐγένετο. Καὶ τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ [τοῦ] Τιβερίου μειονεκτήματα. Ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. Μοιχικώτατός τε ἀνθρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανε. Τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησεν. Ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῷ τῶν ἀδελφῶν ἀποκυηθείσης. Ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζε. Τοιούτῳ τότε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν· ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι, τοσοῦτον τὰ τοῦ Γαίου, ὅσον τὰ τοῦ Αὐγούστου παρ ̓ ἐκεῖνα παρενεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε, καὶ ὑπηρέταις τοῖς ἄλλοις πρὸς τὸ ἑαυτοῦ βούλημα ἐχρῆτο· Γάϊος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὁπλομαχούντων καὶ σκηνικῶν καὶ τραγῳδῶν πολλάκις καὶ αὐτὸς ἐνδεικνύμενος, καὶ τὴν βουλὴν πρὸς ἀνάγκας μετακαλούμενος. Εἰκοστὸν γὰρ δὴ καὶ πέμπτον ἄγων ἔτος τὴν προτέραν γαμετὴν ἐκβαλὼν τὴν Κορνηλίου Ὀρέστου ἥρπασε θυγατέρα ἐν αὐτοῖς τοῖς γάμοις, ἐγγεγυημένην Καλπουρνίῳ. Πολλούς τε διὰ ταῦτα συκοφαντῶν ἀνῄρει· τὸ δὲ ἀληθὲς διὰ τὰς οὐσίας. Οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο, καὶ οὐδὲν αὐτῷ ἐξήρκει. Αὖθις δὲ ταύτην ἐκποδὼν ποιησάμενος, Λολίαν ἠγάγετο, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μέμμιον Ῥηγοῦλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκάσας, ἵνα μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. Ἐκ δὲ τῶν μοιχειῶν, ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχειρωμένος, αὐτοκράτωρ τε πολλάκις Γερμανικὸς καὶ Βρεττανικὸς ἐπεκλήθη. Ἐπαρθείς τε ἐπὶ τούτοις Ζεύς τε ἐλέγετο, καὶ τὰς ἐκείνου στήλας εἰς αὐτὸν μετερρύθμιζε. Ταῖς τε γὰρ βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα, καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτεν· ὅπου (ὁπότε Dio) δὲ κεραυνὸς κατέπεσε λίθον ἀντηκόντιζεν.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
