# Fragmenta 92-94

Joannes Antiochenus, Fragmenta, 92 to 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-antiochenus/fragmenta/92

Νέρων ἰδὼν τοὺς ἀναιρήσοντας αὐτὸν, παρακάλει τοὺς συνόντας ἀνελεῖν αὐτόν· ὡς δ ̓ αὐδεὶς ὑπήκουεν, ἑαυτὸν διεχρήσατο· τελευτῶν δὲ ἔφη· «Ὦ Ζεῦ, οἷος (κιθαρῳδὸς) τεχνίτης ἀπόλλυμαι.» Ὅτε δὲ ἐτέχθη, εἶπον οἱ ἀστρολόγοι, ὅτι καὶ βασιλεύσει ταὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον· Ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει. Ὅτι Γάλβας ὁ μετὰ Νέρωνα θαυμαζόμενος, ἐν τοῖς κατὰ τὴν ἀρχὴν ἐπιτηδεύμασιν ἔδοξέ πως εἶναι τραχύς τε καὶ πρόχειρος ἐν ταῖς τῶν ἁμαρτανομένων ἐπανορθώσεσι· βραχὺν γάρ τινα χρόνον τῆς ἡγεμονίας διατελέσας, ἐπιβουλευθεὶς ὑπὸ τοῦ Ὄθωνος, ἀναιρεῖται κατὰ μέσην ἀγοράν. Ὅτι Ὄθων ὁ μετὰ Γάλβαν βασιλεύσας γένους ἀσήμου καὶ ἀφανοῦς ὢν, καὶ τὸν ἔμπροσθεν βίον ἐξίτηλός τις, καὶ τῷ Νέρωνι κατὰ τὸ τῆς ἐκδιαιτήσεως ὁμοιότροπον οἰκειότατος ἔν γε μὴν τῇ βασιλείᾳ τὸν συνήθη τοῦ βίου μετελθεῖν τρόπον οὐχ ἱκανὸς γέγονε, πολέμων αὐτῷ χαλεπῶν εὐθὺς ἐκραγέντων.

---

JOANNES ANTIOCHENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4394.tlg001.local002/.
