Ancient Greek · ~21 min
ΠΡΟΣ ΔΗΜΗΤΡΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Demetrium de compunctione (lib. 1) 5.1
Not analysed yet
Τὸ δὲ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, τίς ἄρα ὁ μετὰ παῤῥησίας ἐρῶν; Κἂν γὰρ μηδὲν ἀδικήσωμεν τοὺς ἐχθροὺς, ἀλλ' ὅμως τὴν πληγὴν ἀνίατον ἔχομεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως ἀφιέναι βούλεται μόνον, ἀλλὰ καὶ εἰς τοὺς πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Διὰ τοῦτο γοῦν, καθὼς ἔφθην εἰπὼν, καὶ ὑπερεύχεσθαι τούτων προσέταξεν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδὲν, ἀποστρέφῃ δὲ, καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξέ σοι ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς. τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς ἵλεως αὐτός; Τὸ τοιοῦτον καί τις σοφὸς διασύρων φησίν· Ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν; ἐπ' ἄνθρωπον τὸν ὁμότιμον αὐτοῦ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, καὶ τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; Ἐβουλόμην σιγῆσαι λοιπὸν, καὶ μέχρι τῶν εἰρημένων στῆσαι τὸν λόγον· οὕτως αἰσχύνομαι καὶ ἐρυθριῶ περαιτέρω προελθεῖν· τὸν γὰρ πόλεμον τοῦτον, ὃν ἠράμεθα πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ τὴν ἔχθραν τὴν ἀκήρυκτον, προϊὼν ὁ λόγος τρανότερον δείκνυσιν. Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῆς ἡμετέρας σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων τὴν μάχην, καὶ πρὸ τῶν πραγμάτων δὲ αὐτῶν τοῦ μέλλοντος κρίνειν ἡμᾶς πάντα εἰδότος σαφῶς; Τὸ μὲν οὖν μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς, ἀλλ' ἐν οὐρανῷ, εἰ καὶ ὀλίγους, ὅμως εὕροι τις ἂν κατωρθωκότας καλῶς· οἱ γὰρ λοιποὶ πάντες ὥσπερ τοὐναντίον ἀκούσαντες, καὶ παραγγελθέντες ἐπὶ τῆς γῆς θησαυρίζειν, οὕτως ἀφιέντες τὸν οὐρανὸν, προστετήκασιν ἅπασι τοῖς ἐν τῇ γῇ, καὶ περὶ τὴν τῶν χρημάτων μαίνονται συλλογὴν, καὶ τὸν Θεὸν μισήσαντες, ἀγαπῶσι τὸν μαμωνᾶν· τὸ δὲ, Μὴ μεριμνήσητε περὶ τὴν αὔριον, οὐδένα οὔτε ἀκούσαντα, οὔτε πεισθέντα οἶδα ἐγὼ διὰ τὴν ὀλιγοπιστίαν ἡμῶν. Διὰ τοῦτο ταύτην ἐγκαλυψάμενος παρελεύσομαι τὴν ἐντολήν. Ἔδει μὲν γὰρ καὶ ἁπλῶς ἀποφαινόμενον πιστεύεσθαι τὸν Χριστόν· νῦν δὲ οὐδὲ λογισμοὺς ἀναντιῤῥήτους εἰπὼν, καὶ ὑποδείγματα παραγαγὼν, τό τε τῶν ὀρνίθων καὶ τοῦ χόρτου, πιστεύεται παρ' ἡμῶν, ἀλλ' ὁμοίως τοῖς ἔθνεσι, τάχα δὲ καὶ μικροψυχότερον ὑπὲρ τῆς τούτων φροντίδος δακνόμεθα, καὶ μηδὲ εὔχεσθαι ὑπὲρ αὐτῶν κελευσθέντες, ἅπασαν περὶ ταῦτα τὴν σπουδὴν ἀναλίσκομεν. Ταύτην οὖν, ὅπερ ἔφην, ἐρυθριάσας παρελεύσομαι τὴν ἐντολήν· ἐπὶ δὲ τοῖς μετὰ ταῦτα ἥξω, εἴ πώς τινα τῆς αἰσχύνης ταύτης εὕρω παραμυθίαν μικράν. Τί τοίνυν μετὰ ταῦτα λέγει; Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἐγὼ μὲν οὖν παραμυθίαν ᾤμην εὑρήσειν τῆς ἡμετέρας αἰσχύνης, ὁρῶ δὲ προσθήκην οὐκ ἐλάττονα τῶν προτέρων. Εἰ γὰρ καὶ μηδὲν ἕτερον ἡμῖν πεπλημμέλητο, τοῦτο γοῦν ἱκανὸν εἰς ἐσχάτην γέενναν ἀπαγαγεῖν· οὕτω τῶν μὲν ἑτέροις ἁμαρτανομένων πικροὶ καθήμεθα δικασταὶ, τὰς δὲ ἑαυτῶν δοκοὺς παρορῶμεν, καὶ εἰς τὸ τὰ τῶν ἄλλων πολυπραγμονεῖν καὶ καταδικάζειν δαπανᾶται ἡμῖν ἅπας ὁ βίος. Καὶ οὐδένα ἂν εὕροις ταχέως οὐ βιωτικὸν ἄνδρα, οὐ μοναχὸν, οὐ τοῦ κλήρου, ταύτης ἐλεύθερον τῆς ἁμαρτίας· καίτοι γε τοσαύτης ἀπειλῆς κειμένης αὐτῇ· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, φησί· καὶ, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἀλλ' ὅμως κόλασιν μὲν τοσαύτην, ἡδονὴν δὲ τῆς ἁμαρτίας οὐδεμίαν ταύτης ἐχούσης, ἅπαντες ἐπιτρέχομεν τῷ κακῷ, καθάπερ σπουδάζοντες καὶ φιλονεικοῦντες, μὴ μόνον διὰ μιᾶς, ἀλλὰ καὶ διὰ πολλῶν ὁδῶν εἰς τὴν τῆς γεέννης κάμινον εἰσελθεῖν. Καὶ οὐ πρὸς τὰ δοκοῦντα ἐπίπονα εἶναι μόνον, ἀλλὰ καὶ πρὸς τὰ κουφότερα τούτων ὁμοίως ἀναπεπτώκαμεν, ἐπ' ἴσης καὶ ταῦτα κἀκεῖνα παραβαίνοντες, καὶ δεικνύντες διὰ τῶν ῥᾴστων, ὅτι καὶ τὰ ἐπιπονώτερα διὰ τὴν οἰκείαν καταφρόνησιν, οὐ διὰ τὸ βαρὺ τῶν προσταγμάτων οὐκ ἐξανύομεν. Ποῖον γὰρ, εἰπέ μοι, πόνον ἔχει, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, μηδὲ καταδικάζειν τὰ τῶν πλησίον πλημμελήματα; Τοὐναντίον μὲν οὖν, πόνου δεῖται τὸ περιεργάζεσθαι καὶ κρίνειν ἑτέρους. Τίς οὖν ταῦτα ἀκούσας πιστεύσει ποτὲ ἡμῖν, ὅτι ἐκ ῥᾳθυμίας, ἀλλ' οὐκ ἀπὸ σπουδῆς καὶ τοῦ μὴ βούλεσθαι πρὸς τὸ παρακούειν ἤλθομεν; Ὅταν γὰρ ἃ μὲν ἐπιτάττει ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύει χαλεπώτερα καὶ ἐπίπονα, ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττομεν, ἆρα οὐχ ὡς φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς οἱ ἐχθροί; Καὶ γὰρ, ὅτι πόνον οὐδένα ἔχει τὰ ἐπιτάγματα τοῦ Χριστοῦ, αὐτὸς ἀπεφήνατο λέγων· Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ἀλλ' ἡμεῖς ὑπὸ τῆς ἀφάτου ῥᾳθυμίας, φορτικὰ τὰ κοῦφα ποιοῦμεν φαίνεσθαι τοῖς πολλοῖς. Τῷ μὲν οὖν ἀργεῖν καὶ καθεύδειν βουλομένῳ διαπαντὸς καὶ τὸ σιτίων μετασχεῖν καὶ πότου πάντως ἐπίπονον εἶναι δοκεῖ· οἱ δὲ ἐγρηγορότες καὶ νήφοντες οὐδὲ πρὸς τὰ πάνυ θαυμαστὰ καὶ δυσκατόρθωτα ἀναδύονται, ἀλλὰ μετὰ πλείονος οὗτοι θάρσους κατατολμῶσιν αὐτῶν, ἢ τῶν σφόδρα εὐκόλων οἱ παρειμένοι καὶ ὑπνηλοί. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐστὶ ῥᾴδιον, ὃ μὴ σφόδρα βαρὺ καὶ ἐπαχθὲς ὁ πολὺς δείκνυσιν ὄκνος ἡμῖν, ὥσπερ ἐπίπονον καὶ δυσχερὲς, ὃ μὴ λίαν εὔκολον ἡ σπουδὴ καὶ ἡ προθυμία ποιεῖ. Τί γὰρ, εἰπέ μοι, τοῦ καθ' ἑκάστην ἡμέραν κινδυνεύειν κινδύνους θάνατον ἀπειλοῦντας χαλεπώτερον ἦν; Ἀλλ' ὅμως ἐλαφρὸν τοῦτο ὁ μακάριος ἐκάλεσε Παῦλος, οὑτωσὶ λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Εἰ γὰρ καὶ τῇ φύσει τὸ πρᾶγμα βαρὺ, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι γίνεται κοῦφον· ἣν δὴ καὶ αὐτὸς αἰτίαν τέθεικεν εἰπών· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.