Ancient Greek
Chapter 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 10.1
Not analysed yet
Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραὰμ καὶ πρὸς παιδοποιίαν ἐκ τῆς ἡλικίας νεκρωθέντι λοιπόν—εἰς γὰρ τὸ γενέσθαι πατὴρ οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν— γέροντι τοίνυν ὄντι τῷ δικαίῳ καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὅρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάρραν, ἐπαγγέλλεται πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων αὐτὸν ὡς παρισοῦσθαι αὐτῶν τὸ πλῆθος τῷ πλήθει τῶν ἄστρων.