Ancient Greek
10.27 to 10.28
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 10.27-28
Not analysed yet
Τί γὰρ οὐκ ἦν αὐτὸν ἱκανὸν θορυβῆσαι; τὸ ἀθρόον, τὸ ἀπροσδόκητον, τὸ παρ' ἐλπίδα ἀμελέτητον, τὸ χαλεπὸν τῆς συμφορᾶς, τὸ παρ' ἀδελφῶν καὶ ἀδελφῶν ἀγαπωμένων, μὴ μικρόν, μὴ μέγα ἐκείνους ἠδικηκότα, μᾶλλον δὲ καὶ εὐεργετηκότα, ταῦτα παθεῖν; Καὶ ὅμως οὐδενὶ τούτων διεταράττετο, ἀλλ' ἀπήγετο διὰ τῶν ἐμπόρων ἐκείνων εἰς Αἴγυπτον, δουλείαν ἐκ δουλείας ἀμείβων. Καὶ γὰρ καὶ ἐκεῖ πάλιν ἐγίνετο δοῦλος καὶ ᾤκει βαρβαρικὴν οἰκίαν ὁ Ἑβραῖος, ὁ εὐγενής, ὁ διπλῆν ἐλευθερίαν ἐλεύθερος καὶ τὴν τοῦ σώματος καὶ τὴν τῆς ψυχῆς· καὶ οὐδὲ ἐντεῦθεν ἐταράττετο, οὐδὲ ἐσκανδαλίζετο πρὸς τὰ γεγενημένα, τῶν ὄψεων ἀναμιμνησκόμενος τῶν τὰ ἐναντία ἐπαγγελλομένων, οὐδὲ περιειργάζετο, τί δήποτε ταῦτα γίνεται;