Ancient Greek
10.34 to 10.35
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 10.34-35
Not analysed yet
Καὶ εἰσπηδήσασα πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, ἀπαγγείλασα αὐτῷ τὰ γεγενημένα, οὐχ ὡς ἡ τοῦ πράγματος εἶχεν ἀλήθεια, ἀλλ' ὡς αὐτὴ τὸ δρᾶμα τῆς συκοφαντίας κατεσκεύασεν, ἔπεισεν ἅπερ ἤθελε τὸν δικαστήν, ἐρημίαν κατηγοροῦσα καὶ ὡς ἠδικημένη τὴν ἐκδικίαν ἐπεζήτει εἰς ἀπόδειξιν ὧν ἔλεγε τὰ ἱμάτια τοῦ ἀθώου νεανίσκου περιφέρουσα ταῖς ἀκαθάρτοις χερσὶν ἐκείναις. Καὶ ὁ διεφθαρμένος δικαστὴς οὐκ εἰς δικαστήριον εἰσήγαγε τὸν κατηγορούμενον, οὐ λόγου μετέδωκεν, ἀλλὰ τὸν οὐδὲ ἑωρακότα δικαστήριον, ὡς ἑαλωκότα, ὡς ἐληλεγμένον καὶ μοιχὸν ἀπηρτισμένον κατεδίκασε καὶ εἰς δεσμωτήριον ἐνέβαλε καὶ ἁλύσει παρέδωκε. Καὶ ἦν λοιπὸν ὁ τοσούτους στεφάνους ἀναδησάμενος ἀρετῆς, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων, μετὰ τῶν τὰ ἔσχατα τετολμηκότων, ἐν τῷ δεσμωτηρίῳ.