Ancient Greek
Chapter 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 12.1
Not analysed yet
Εἰ δὲ ζητοίης τίνος ἕνεκεν ταῦτα συνεχωρήθη, καὶ μὴ τοῖς ἀρρήτοις τῶν οἰκονομῶν αὐτοῦ λόγοις παραχωροίης, ἀλλὰ ἐμελέτησας ἀεὶ πάντα περιεργάζεσθαι, ὁδῷ προβαίνων καὶ ἄλλα πολλὰ διαπορήσεις, οἷον, τίνος ἕνεκεν ἀφείθησαν αἱ αἱρέσεις, τίνος ἕνεκεν ὁ διάβολος, τίνος ἕνεκεν οἱ δαίμονες, τίνος ἕνεκεν οἱ πονηροὶ τῶν ἀνθρώπων καὶ πολλοὺς ὑποσκελίζοντες, καὶ τὸ δὴ κεφάλαιον ἁπάντων τούτων, τίνος ἕνεκεν ὁ Ἀντίχριστος παραγίνεται, ὁ τοσαύτην ἔχων δύναμιν πρὸς ἀπάτην ὡς τὸν Χριστὸν εἰπεῖν ὅτι τοιαῦτα ποιήσει ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.